excess of liberty, whether in States or individuals, … only to pass into excess of slavery.
Genuine
Yes. In Republic (380 BC), Book VIII, 564a, said by Socrates. These are the character’s words, not a statement in Plato’s own voice.
Found word for word by program in the Greek original and in Benjamin Jowett’s English translation (1871).
- Work
- Republic (Πολιτεία), 380 BC
- Where
- Book VIII, 564a
- Found at
- Paragraph 12 of the Greek text, 3804 of the English
- Translation
- Benjamin Jowett, 1871
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
That is very likely.
παντάπασι μὲν οὖν, ἔφη. καὶ πρὸς σωφροσύνην, ἦν δʼ ἐγώ, καὶ ἀνδρείαν καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ τῆς ἀρετῆς μέρη οὐχ ἥκιστα δεῖ φυλάττειν τὸν νόθον τε καὶ τὸν γνήσιον. ὅταν γάρ τις μὴ ἐπίστηται πάντῃ τὰ τοιαῦτα σκοπεῖν καὶ ἰδιώτης καὶ πόλις, λανθάνουσι χωλοῖς τε καὶ νόθοις χρώμενοι πρὸς ὅτι ἂν τύχωσι τούτων, οἱ μὲν φίλοις, οἱ δὲ ἄρχουσι. καὶ μάλα, ἔφη, οὕτως ἔχει. ἡμῖν δή, ἦν δʼ ἐγώ, πάντα τὰ τοιαῦτα διευλαβητέον· ὡς ἐὰν μὲν ἀρτιμελεῖς τε καὶ ἀρτίφρονας ἐπὶ τοσαύτην μάθησιν καὶ τοσαύτην ἄσκησιν κομίσαντες παιδεύωμεν, ἥ τε δίκη ἡμῖν οὐ μέμψεται αὐτή, τήν τε πόλιν καὶ πολιτείαν σώσομεν, ἀλλοίους δὲ ἄγοντες ἐπὶ ταῦτα τἀναντία πάντα καὶ πράξομεν καὶ φιλοσοφίας ἔτι πλείω γέλωτα καταντλήσομεν. αἰσχρὸν μεντἂν εἴη, ἦ δʼ ὅς. πάνυ μὲν οὖν, εἶπον· γελοῖον δʼ ἔγωγε καὶ ἐν τῷ παρόντι τι ἔοικα παθεῖν. τὸ ποῖον; ἔφη. ἐπελαθόμην, ἦν δʼ ἐγώ, ὅτι ἐπαίζομεν, καὶ μᾶλλον ἐντεινάμενος εἶπον. λέγων γὰρ ἅμα ἔβλεψα πρὸς φιλοσοφίαν, καὶ ἰδὼν προπεπηλακισμένην ἀναξίως ἀγανακτήσας μοι δοκῶ καὶ ὥσπερ θυμωθεὶς τοῖς αἰτίοις σπουδαιότερον εἰπεῖν ἃ εἶπον. οὐ μὰ τὸν Δίʼ, ἔφη, οὔκουν ὥς γʼ ἐμοὶ ἀκροατῇ. ἀλλʼ ὡς ἐμοί, ἦν δʼ ἐγώ, ῥήτορι. τόδε δὲ μὴ ἐπιλανθανώμεθα, ὅτι ἐν μὲν τῇ προτέρᾳ ἐκλογῇ πρεσβύτας ἐξελέγομεν, ἐν δὲ ταύτῃ οὐκ ἐγχωρήσει· Σόλωνι γὰρ οὐ πειστέον ὡς γηράσκων τις πολλὰ δυνατὸς μανθάνειν, ἀλλʼ ἧττον ἢ τρέχειν, νέων δὲ πάντες οἱ μεγάλοι καὶ οἱ πολλοὶ πόνοι. ἀνάγκη, ἔφη. τὰ μὲν τοίνυν λογισμῶν τε καὶ γεωμετριῶν καὶ πάσης τῆς προπαιδείας, ἣν τῆς διαλεκτικῆς δεῖ προπαιδευθῆναι, παισὶν οὖσι χρὴ προβάλλειν, οὐχ ὡς ἐπάναγκες μαθεῖν τὸ σχῆμα τῆς διδαχῆς ποιουμένους. τί δή; ὅτι, ἦν δʼ ἐγώ, οὐδὲν μάθημα μετὰ δουλείας τὸν ἐλεύθερον χρὴ μανθάνειν. οἱ μὲν γὰρ τοῦ σώματος πόνοι βίᾳ πονούμενοι χεῖρον οὐδὲν τὸ σῶμα ἀπεργάζονται, ψυχῇ δὲ βίαιον οὐδὲν ἔμμονον μάθημα. ἀληθῆ, ἔφη.
For excess of liberty, whether in States or individuals, seemsft > only to pass into excess of slavery.1
ταὐτόν, ἦν δʼ ἐγώ, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτήν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον καταδουλοῦται δημοκρατίαν. καὶ τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι, ἐν ὥραις τε καὶ ἐν φυτοῖς καὶ ἐν σώμασιν, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα. εἰκός, ἔφη. ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει. εἰκὸς γάρ. εἰκότως τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας, ἐξ οἶμαι τῆς ἀκροτάτης ἐλευθερίας δουλεία πλείστη τε καὶ ἀγριωτάτη. ἔχει γάρ, ἔφη, λόγον. ἀλλʼ οὐ τοῦτʼ οἶμαι, ἦν δʼ ἐγώ, ἠρώτας, ἀλλὰ ποῖον νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταὐτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦται αὐτήν. ἀληθῆ, ἔφη, λέγεις. ἐκεῖνο τοίνυν, ἔφην, ἔλεγον τὸ τῶν ἀργῶν τε καὶ δαπανηρῶν ἀνδρῶν γένος, τὸ μὲν ἀνδρειότατον ἡγούμενον αὐτῶν, τὸ δʼ ἀνανδρότερον ἑπόμενον· οὓς δὴ ἀφομοιοῦμεν κηφῆσι, τοὺς μὲν κέντρα ἔχουσι, τοὺς δὲ ἀκέντροις. καὶ ὀρθῶς γʼ, ἔφη. τούτω τοίνυν, ἦν δʼ ἐγώ, ταράττετον ἐν πάσῃ πολιτείᾳ ἐγγιγνομένω, οἷον περὶ σῶμα φλέγμα τε καὶ χολή· ὣ δὴ καὶ
Yes, that is the natural order.
Then tyranny naturally arises out of democracy, and the most
The scene
Socrates is tracing how one constitution decays into the next. Having described how the democratic city’s love of liberty becomes unbounded, he says that oligarchy was ruined by its own insatiable aim, wealth, and that democracy will be ruined in the same way by its aim, freedom. He states the general law that anything pushed to excess tends to swing to its opposite, and from it concludes that tyranny grows out of democracy.
What it means
Carried to an extreme, freedom undoes itself: a city or a person with no restraint at all ends under the harshest master.
Often misread
Often quoted as Plato’s own verdict on democracy as such. It is Socrates’ step in an argument about the sequence of unjust constitutions, spoken to describe a democracy that has lost all limits, and the Republic’s own aim is an account of justice, not a handbook against elections.
Topics
Related quotes
- Then tyranny naturally arises out of democracy.
- Whatever cannot obey itself, is commanded. Friedrich Nietzsche
- Of things some are in our power, and others are not. Epictetus
- wherever it is in our power to do it is also in our power to forbear doing Aristotle
- What is food to one, is to others bitter poison. Lucretius
Cite it
Plato, Republic (380 BC), Book VIII, 564a, translated by Benjamin Jowett (1871). Spoken by Socrates. Checked at Quotogeny, https://quotogeny.com/q/excess-of-liberty-passes-into-excess-of-slavery/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.
Comments