We acquire all good things through toil.
Genuine
Yes. In Discourses (60), Discourse 7.
Found word for word by program in the Greek original.
The English is our own translation, not yet reviewed: there is no public-domain translation of this text in our sources.
Checked against C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 7, in the text of a page scan, not the image.
The wording people share comes from another translation than ours.
- Work
- Discourses (Διατριβαί), 60
- Where
- Discourse 7
- Found at
- Paragraph 13 of the Greek text
- Translation
- Our own, not yet reviewed (no public-domain translation in our sources)
- Source
- C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 7
- Checked
- In the text of a page scan, not the image
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΠΟΝΟΥ ΚΑΤΑΦΡΟΝΗΤΕΟΝ.
Πρὸς δὲ τὸ ῥᾷον καὶ προθυμότερον ὑφίστασθαι τῶν πόνων ἐκείνους, οὓς ἂν ὑπὲρ ἀρετῆς καὶ καλοκἀγαθίας μέλλωμεν πονεῖν, ταῦτα λελογίσθαι χρήσιμα· πόσα μὲν πονοῦσιν ἔνιοι δι’ ἐπιθυμίας κακάς, ὥσπερ οἱ ἐρῶντες ἀκολάστως, πόσα δ’ ὑπομένουσιν ἄλλοι τοῦ κερδαίνειν χάριν, πόσα δ’ αὖ κακοπαθοῦσιν ἔνιοι θηρώμενοι δόξαν. καίτοι οὗτοι πάντες ὑπομένουσιν αὐθαίρετοι πᾶσαν ταλαιπωρίαν. ἆρ’ οὖν οὐχὶ δεινὸν ἐκείνους μὲν ὑπὲρ οὐδενὸς τῶν καλῶν ἀνέχεσθαι ταῦτα πάσχοντας, ἡμᾶς δ’ ὑπὲρ καλοκἀγαθίας καὶ τοῦ κακίαν μὲν ἐκφυγεῖν τὴν λυμαινομένην ἡμῶν τὸν βίον, κτήσασθαι δὲ ἀρετήν, ἥ τις ἁπάντων τῶν ἀγαθῶν ἐστι χορηγός, μὴ πάντα πόνον ἑτοίμως ὑφίστασθαι; καίτοι οὐδ’ ἂν εἴποι τις ὅσῳ κρεῖττον ἀντὶ μὲν τοῦ πονεῖν, ἵνα τύχῃ τις γυναικὸς ἀλλοτρίας, τὸ πονεῖν, ἵνα παιδαγωγήσῃ τὰς ἐπιθυμίας τὰς ἑαυτοῦ· ἀντὶ δὲ τοῦ περὶ χρημάτων ταλαιπωρεῖν τὸ ἀσκεῖν ὥστε ὀλίγων δεῖσθαι· πρὸ δὲ τοῦ πράγματα ἔχειν ὑπὲρ δόξης τὸ πραγματεύεσθαι ὅπως μὴ δοξοκόπος ᾖ· πρὸ δέ γε τοῦ ζητεῖν, ὅπως ᾧ φθονεῖ τις κακοποιήσῃ τοῦτον, τὸ σκοπεῖν ὅπως μηδὲν φθονήσῃ μηδενί· καὶ πρό γε τοῦ δουλεύειν τισὶ καλουμένοις φίλοις, ὥσπερ οἱ κόλακες, τὸ κακοπαθεῖν ἵνα κτήσηται φίλους ἀληθινούς· καθόλου δὲ τοῦ πονεῖν πᾶσιν ἀνθρώποις ἀναγκαίου ὄντος, τοῖς τε τῶν κρειττόνων ὀρεγομένοις καὶ τοῖς τῶν χειρόνων, τὸ μὴ πολλῷ εἶναι προθυμοτέρους πονεῖν τοὺς τὰ κρείττω μετιόντας ⟨ἢ⟩ οἷς ἐλπίδες μικραὶ τῶν πόνων εἰσίν, ἀτοπώτατον. ἀλλ’ οἱ μὲν ἄρα θαυματοποιοὶ δύσκολα οὕτως ὑφίστανται πράγματα καὶ τὴν ζωὴν παραβάλλονται τὴν ἑαυτῶν, οἱ μὲν εἰς μαχαίρας κυβιστῶντες, οἱ δ’ ἐπὶ κάλων μετέωροι βαδίζοντες, οἱ δ’ ὥσπερ ὄρνεα πετόμενοι διὰ τοῦ ἀέρος, ὧν τὸ σφάλμα θάνατός ἐστιν. καὶ ταῦτα πάντα δρῶσι μικροῦ χάριν μισθοῦ· ἡμεῖς δ’ οὐκ ἀνεξόμεθα ταλαιπωρεῖν ὑπὲρ εὐδαιμονίας ὅλης; οὐ γὰρ ἄλλο τί γε τέλος ἐστὶ τοῦ γενέσθαι ἀγαθὸν ἢ τὸ εὐδαιμονεῖν καὶ ζῆν μακαρίως εἰς τὸ λοιπόν. εἰκότως δ’ ἄν τις λογίζοιτο καὶ τὸ τῶν ζῴων ἐνίων ὁποῖόν ἐστι, πάνυ δὴ δυνάμενον ἐντρέπειν ἡμᾶς φιλοπόνους εἶναι. οἱ γοῦν ὄρτυγες καὶ ἀλεκτρυόνες οὔτ’ ἀρετῆς ἐπαΐοντες οὐδὲν ὥσπερ ὁ ἄνθρωπος οὔτε τὸ καλὸν καὶ δίκαιον εἰδότες οὐδ’ ὑπὲρ τοιούτου πονοῦντες οὐθενός, ὅμως μαχόμενοι πρὸς ἀλλήλους καὶ πηρούμενοι ἀνέχονται καὶ μέχρι θανάτου καρτεροῦσιν, ὥστε μὴ ἡττᾶσθαι θατέρου ὁ ἕτερος. πόσῳ δὴ μᾶλλον εἰκὸς ἡμᾶς ἀνέχεσθαί τε καὶ καρτερεῖν, ὅταν ἐπιστώμεθα διά τι τῶν καλῶν κακοπαθοῦντες, ἢ ἵνα φίλοις βοηθήσωμεν ἢ πόλιν ὠφελήσωμεν ἢ ἵνα γυναικῶν ἢ τέκνων ὑπερμαχήσωμεν, τὸ δὲ μέγιστον καὶ κυριώτατον, ἵνα ἀγαθοὶ ὧμεν καὶ δίκαιοι καὶ σώφρονες, ὃ δίχα πόνων οὐ παραγίνεται οὐδενί. ὅθεν ἔπεισί μοι λέγειν, ὡς ὁ μὴ θέλων πονεῖν σχεδὸν καταδικάζει αὐτὸς αὑτοῦ μηδενὸς εἶναι ἀγαθοῦ ἄξιος, ὅτι τὰ ἀγαθὰ πόνῳ πάντα κτώμεθα.1 Ταῦτα μὲν καὶ τοιαῦθ’ ἕτερα εἶπε τότε, ἐπεγείρων καὶ παρορμῶν τοὺς παρόντας πόνου καταφρονεῖν.
So I am moved to say that whoever is unwilling to toil has almost condemned himself as deserving nothing good, because we acquire all good things through toil.
The scene
Musonius urges those present to bear the effort required for virtue. He contrasts that effort with the hardships people willingly undergo for adulterous desire, money or fame, and even with the risks entertainers take for a small payment. The conclusion follows examples of suffering to help friends, serve the city, defend wives and children, and above all become good, just and self-controlled.
What it means
If people endure difficulty for trivial or bad ends, they should be more willing to work for a good character and a flourishing life.
Often misread
The argument concerns deliberate ethical effort, not the claim that wealth proves virtue, that poverty proves laziness, or that pain is good in itself. Musonius is comparing the ends for which people are willing to labour.
Topics
Related quotes
- Never leave that till to-morrow, which you can do to-day. Benjamin Franklin
- There are no gains without pains. Benjamin Franklin
- Early to bed, and early to rise, makes a man healthy, wealthy, and wise. Benjamin Franklin
- Self-control in food and drink is the beginning and foundation of temperance.
- But, dost thou love life? then do not squander time, for that is the stuff life is made of. Benjamin Franklin
Sources
Cite it
Musonius Rufus, Discourses (60), Discourse 7, our own translation. Checked at Quotogeny, https://quotogeny.com/q/we-acquire-all-good-things-through-toil/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.
Comments