Is not the world the common homeland of all human beings, as Socrates maintained?
Genuine
Yes. In Discourses (60), Discourse 9.
Found word for word by program in the Greek original.
The English is our own translation, not yet reviewed: there is no public-domain translation of this text in our sources.
Checked against C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 9, in the text of a page scan, not the image.
- Work
- Discourses (Διατριβαί), 60
- Where
- Discourse 9
- Found at
- Paragraph 16 of the Greek text
- Translation
- Our own, not yet reviewed (no public-domain translation in our sources)
- Source
- C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 9
- Checked
- In the text of a page scan, not the image
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΚΑΚΟΝ Η ΦΥΓΗ.
[…] Φυγὴν γάρ, ἔφη, πῶς ἄν τις μὴ ἀνόητος ὢν βαρύνοιτο; ἥτις ὕδατος μὲν καὶ γῆς καὶ ἀέρος, ἔτι δὲ ἡλίου καὶ τῶν ἄλλων ἄστρων οὐκ ἀπείργει ἡμᾶς οὐδαμῶς, ἀλλ’ οὐδὲ ἀνθρώπων ὁμιλίας, ἁπανταχοῦ γὰρ καὶ πάντῃ τούτων μετουσία ἐστίν. εἰ δὲ μέρους τινὸς τῆς γῆς ἀφαιρούμεθα καὶ τινῶν ἀνθρώπων συνουσίας, τί τοῦτο δεινόν; οὐδὲ γὰρ οἴκοι ὄντες ἁπάσῃ τῇ γῇ ἐχρώμεθα, οὐδὲ ἀνθρώποις ἅπασι συνῆμεν· τοῖς μέντοι φίλοις καὶ νῦν συνείημεν ἄν, τοῖς γε ἀληθινοῖς καὶ ὧν προσήκει ποιεἶσθαί τινα λόγον· οὐ γὰρ ἂν οὗτοι προδοῖεν ποτὲ ἡμᾶς οὐδ’ ἐγκαταλίποιεν· εἰ δέ τινες πλαστοὶ καὶ οὐκ ἀληθινοὶ φίλοι εἰσί, τούτων ἀπηλλάχθαι κρεῖττον ἢ συνεῖναι αὐτοῖς. τί δ’ ; οὐχὶ κοινὴ πατρὶς ἀνθρώπων ἀπάντων ὁ κόσμος ἐστίν, ὥσπερ ἠξίου Σωκράτης; ὥστ’ οὐδὲ φεύγειν τῇ γε ἀληθείᾳ τὴν πατρίδα νομιστέον, ἂν ἀπέλθῃς ἐντεῦθεν ἔνθα ἔφυς τε καὶ ἐτράφης, πόλεως δὲ μόνον ἐστερῆσθαί τινος, ἄλλως τε κἂν ἀξιοῖς τις εἶναι ἐπιεικής. ὁ γὰρ τοιοῦτος χωρίον μὲν οὐδὲν οὔτε τιμᾷ οὔτ’ ἀτιμάζει οὕτως ὡς εὐδαιμονίας ⟨ἢ κακοδαιμονίας⟩ αἴτιον· αὐτὸς δὲ ἐν αὑτῷ τίθεται τὸ πᾶν, καὶ νομίζει εἶναι πολίτης τῆς τοῦ Διὸς πόλεως, ἢ συνέστηκεν ἐξ ἀνθρώπων καὶ θεῶν. σύμφωνα δὲ τούτοις λέγει καὶ Εὐριπίδης ἐν οἷς φησιν ἅπας μὲν ἀὴρ ἀετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς. ὥσπερ οὖν εἴ τις ἐν τῇ πατρίδι ὢν καὶ ἑτέραν οἰκίαν οἰκῶν, οὐκ ἐν ᾖ ἐτέχθη, δεινοπαθοίη διὰ τοῦτο καὶ ὀδύροιτο, μάταιος ἂν εἴη καὶ καταγέλαστος· οὕτω καὶ ὅστις ἑτέραν πόλιν οἰκῶν, οὐκ ἐν ᾖ τυγχάνει γεγονώς, συμφορὰν ἡγεῖται, ὁ τοιοῦτος εἰκότως ἂν ἄφρων νομίζοιτο καὶ ἀνόητος. καὶ μὴν πρός γε τὴν ἐπιμέλειαν τὴν ἑαυτῶν καὶ πρὸς κτῆσιν ἀρετῆς πῶς ἂν τὸ φεύγειν ἐνίσταιτο; ὁπότε γε μήτε μαθήσεως μήτε ἀσκήσεως [καὶ] ὧν χρὴ εἴργεταί τις διὰ τὴν φυγήν. πῶς μὲν οὐκ ἂν ἡ φυγὴ καὶ συνεργοίη πρὸς τὸ τοιοῦτον, παρέχουσά γε σχολὴν καὶ ἐξουσίαν τοῦ μανθάνειν τε τὰ καλὰ καὶ πράττειν μᾶλλον ἢ πρότερον, ἅτε μήθ’ ὑπὸ πατρίδος τῆς δοκούσης περιελκομένοις εἰς ὑπηρεσίας πολιτικὰς μήτε ὑπὸ φίλων τῶν δοκούντων ἢ συγγενῶν ἐνοχλουμένοις, οἵ τινες ἐμποδίσαι δεινοὶ καὶ ἀποσπάσαι τῆς ἐπὶ τὰ κρείττω ὁρμῆς; ἤδη δέ τισι καὶ παντάπασι τὸ φεύγειν συνήνεγκεν, ὥσπερ Διογένει, ὃς ἐκ μὲν ἰδιώτου φιλόσοφος ἐγένετο φυγών, ἀντὶ δὲ τοῦ καθῆσθαι εἰς Σινώπην διέτριψεν ἐν τῇ Ἑλλάδι, ἀσκήσει δὲ τῇ πρὸς ἀρετὴν τῶν φιλοσόφων διήνεγκεν. ἄλλοις δέ γε κακῶς τὰ σώματα διακειμένοις ὑπὸ μαλακίας καὶ τρυφῆς ἔρρωσεν ἡ φυγή, βιασθεῖσιν ἀνδρικώτερον διαιτᾶσθαι· καὶ ἴσμεν τινὰς χρονίων νοσημάτων ἐν τῷ φεύγειν ἀπολυθέντας, ὥσπερ ἀμέλει Σπαρτιατικὸς οὗτος ὁ Λακεδαιμόνιος, ὃς ἀπὸ πολλοῦ ἔχων τὸ πλευρὸν κακῶς κἀκ τούτου πολλάκις νοσῶν διὰ τὴν τρυφήν, ἐπειδὴ ἐπαύσατο τρυφῶν, ἐπαύσατο καὶ νοσηλευόμενος. ἄλλους δέ γε τῶν ἁβροδιαίτων ποδάγρας ἀπολυθῆναί φασι, πάνυ δὴ κατατεινομένους πρότερον ὑπὸ τούτου τοῦ πάθους, οὓς ἡ φυγὴ σκληρότερον διαιτᾶσθαι συνεθίσασα κατ’ αὐτὸ τοῦτο ὑγιεῖς γενέσθαι παρεσκεύασεν. οὕτως ἄρα τῷ διακεῖσθαι κρεῖττον αὐτοὺς ἑαυτῶν καὶ σῶμα καὶ ψυχὴν συνεργεῖ μᾶλλον ἢ ἀντιπράττει ἡ φυγή.
Ἀλλ’ οὐδ’ ἀπορεῖν τῶν ἀναγκαίων πάντως ὑπάρχει τοῖς φεύγουσιν. ὅσοι μὲν γὰρ ἀργοὶ καὶ ἀμήχανοι καὶ οὐχ οἷοί τε ἀνδρίζεσθαι, οὗτοι μὲν κἀν τῇ πατρίδι ὄντες ἀποροῦσιν ὡς τὸ πολὺ καὶ ἀμηχανοῦσιν· οἱ δὲ γεννικοὶ καὶ φιλόπονοι καὶ συνετοί, κἂν ὅποι ποτὲ ἔλθωσιν, εὐποροῦσι καὶ διάγουσιν ἀνενδεῶς· καὶ γὰρ οὐδὲ δεόμεθα πολλῶν, ἂν μὴ βουλώμεθα τρυφᾶν· ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματό; θ’ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; λέγω δὲ τούς γε λόγου ἀξίους ἄνδρας οὐ τῶν ἀναγκαιοτάτων μόνον πρὸς τὸν βίον ῥᾳδίως ἂν εὐπορεῖν ἔξω τῆς οἰκείας ὄντας, ἀλλὰ καὶ πολλὰ περιποιήσεσθαι χρήματα πολλάκις. ὁ γοῦν Ὀδυσσεὺς παντὸς φυγάδος ὡς ἄν τις εἴποι ἀθλιώτερον διακείμενος καὶ μόνος ὢν καὶ γυμνὸς καὶ ναυαγός, ὅμως ἀφικόμενος εἰς ἀνθρώπους ἀγνῶτας τοὺς Φαίακας ἐδυνήθη χρηματίσασθαι ἀφθόνως. […]
Νὴ Δί’ ἀλλ’ Εὐριπίδης φησὶν ἐλευθερίας στέρεσθαι τοὺς φυγάδας, ἐπεὶ καὶ παρρησίας. πεποίηκε γὰρ τὴν μὲν Ἰοκάστην πυνθανομένην Πολυνείκους τοῦ υἱέος, τίνα δυσχερῆ τῷ φεύγοντί ἐστιν· ὁ δ’ ἀποκρίνεται ὅτι ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν, ἡ δ’ αὖ πρὸς αὐτὸν δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. ἐγὼ δὲ φαίην ἂν πρὸς τὸν Εὐριπίδην ὅτι, ὦ Εὐριπίδη, τοῦτο μὲν ὀρθῶς ὑπολαμβάνεις, ὡς δούλου ἐστίν, ἃ φρονεῖ μὴ λέγειν, ὅταν γε δέῃ λέγειν· οὐ γὰρ ἀεὶ καὶ πανταχοῦ καὶ πρὸς ὁντινοῦν λεκτέον ἃ φρονοῦμεν. ἐκεῖνο δὲ οὔ μοι δοκεῖς εὖ εἰρηκέναι, τὸ μὴ μετεῖναι τοῖς φεύγουσι παρρησίας, εἴπερ παρρησία σοι δοκεῖ τὸ μὴ σιγᾶν ἃ φρονῶν τυγχάνει τις. οὐ γὰρ οἱ φεύγοντες ὀκνοῦσι λέγειν ἃ φρονοῦσιν, ἀλλ’ οἱ δεδιότες μὴ ἐκ τοῦ εἰπεῖν γένηται αὐτοῖς πόνος ἢ θάνατος ἢ ζημία ἢ τι τοιοῦτον ἕτερον. τοῦτο δὲ τὸ δέος μὰ Δία οὐχ ἡ φυγὴ ποιεῖ. πολλοῖς γὰρ ὑπάρχει καὶ τῶν ἐν τῇ πατρίδι ὄντων, μᾶλλον δὲ τοῖς πλείστοις, τὰ δοκοῦντα δεινὰ δεδιέναι. ὁ δὲ ἀνδρεῖος οὐδὲν ἧττον φυγὰς ὢν ἤπερ οἴκοι θαρρεῖ πρὸς ἅπαντα τὰ τοιαῦτα, διὸ καὶ λέγει ἃ φρονεῖ θαρρῶν οὐδὲν μᾶλλον ἢ ὅταν ᾗ μὴ φυγάς, ὅταν φεύγων τύχῃ. ταῦτα μὲν πρὸς Εὐριπίδην εἶποι τις ἄν· σὺ δ’ εἰπέ μοι, ὦ ἑταῖρε, ὅτε Διογένης φεύγων ἦν Ἀθήνησιν, ἢ ὅτε πραθεὶς ὑπὸ τῶν λῃστῶν ἦλθεν εἰς Κόρινθον, ἄρα τότε πλείω παρρησίαν ἄλλος τις ἐπεδείξατο Διογένους ἢ Ἀθηναῖος ἢ Κορίνθιος; τί δ’; ἐλευθεριώτερος ἄλλος τις ἢ Διογένης τῶν τότε ἀνθρώπων ἦν; ὃς καὶ Ξενιάδου τοῦ πριαμένου αὐτὸν ὡς δεσπότης δούλου ἦρχεν. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλ’ ἐγώ σοι οὐ δοκῶ εἶναι φυγάς; ἆρ’ οὖν ἐστέρημαι παρρησίας; ἆρα ἀφῄρημαι τὴν ἐξουσίαν τοῦ ἃ φρονῶ λέγειν; ἤδη δέ με εἶδες ἢ σὺ ἢ ἕτερος ὑποπτήσσοντά τῳ ὅτι φεύγω; ἢ χεῖρον ἔχειν τὰ πράγματα νομίζοντα νῦν ἢ πρότερον; ἀλλ’ οὐδὲ μὰ Δία λυπούμενον ἢ ἀθυμοῦντα διὰ τὴν φυγὴν φαίης ἂν ἑωρακέναι με. καὶ γὰρ εἰ τὴν πατρίδα τις [ἡμᾶς] ἀφῄρηται, τό γε δύνασθαι φέρειν φυγὴν οὐκ ἀφῄρηται.
What then? Is not the world the common homeland of all human beings, as Socrates maintained?
The scene
Consoling a man who laments his exile, Musonius argues that leaving one city does not remove access to the earth, sky or human society. He invokes Socrates for the idea of a universal homeland and then describes the good person as a citizen of the city of Zeus, composed of gods and human beings. The argument proceeds to the possibility of learning and practising virtue away from one’s birthplace.
What it means
A person’s moral membership in the human community is larger than citizenship in any one city, so banishment does not sever every form of belonging.
Often misread
Musonius explicitly attributes the thought to Socrates; this is not evidence that these exact words survive as a direct quotation of Socrates. The passage offers a Stoic consolation, not an empirical denial of the losses and dangers that exile can bring.
Topics
Related quotes
- The shame lies not in suffering these things but rather in doing them.
- Again, all things that accord with nature are to be counted as good. Marcus Tullius Cicero
- The course of life is fixed, and nature admits of its being run but in one way, and only once. Marcus Tullius Cicero
- To the well-organised mind, death is but the next great adventure. J. K. Rowling
- Love is such a priceless treasure that you can redeem the whole world by it, and expiate not only your own sins but the sins of others. Fyodor Dostoevsky
Sources
Cite it
Musonius Rufus, Discourses (60), Discourse 9, our own translation. Checked at Quotogeny, https://quotogeny.com/q/the-world-is-the-common-homeland-of-all/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.
Comments