A friend is another self.

Genuine

Yes. In Nicomachean Ethics (330 BC), Book IX, chapter 4 (1166a31, chapter IV in D. P. Chase).

Found word for word by program in the Greek original and in D. P. Chase’s English translation.

The wording people share differs slightly from the text; the words in the text are underlined below.

Work
Nicomachean Ethics (Ἠθικὰ Νικομάχεια), 330 BC
Where
Book IX, chapter 4 (1166a31, chapter IV in D. P. Chase)
Found at
Paragraph 244 of the Greek text, 1104 of the English
Translation
D. P. Chase

Researched by AI; checked by program against the full text on 31 October 2026. Editorial review: pending. How we check

On the page

¶1103 en¶243 el

But it is to himself that each individual wishes what is good, and no man, conceiving the possibility of his becoming other than he now is, chooses that that New Self should have all things indiscriminately: a god, for instance, has at the present moment the Chief Good, but he has it in right of being whatever he actually now is: and the Intelligent Principle must be judged to be each man’s Self, or at least eminently so [though other Principles help, of course, to constitute him the man he is].

ἔχει δ’ ἀπορίαν καὶ περὶ τοῦ διαλύεσθαι τὰς φιλίας 1165b ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας. ἢ πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ φίλους ὄντας, ὅταν μηκέτι ταῦτ’ ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι; ἐκείνων γὰρ ἦσαν φίλοι· ὧν ἀπολιπόντων εὔλογον τὸ μὴ φιλεῖν. ἐγκαλέσειε δ’ ἄν τις, εἰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ τὸ ἦθος. ὃ γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι φίλοι. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν αἰτιῷτ’ ἄν· ὅταν δ’ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία. ἐὰν δ’ ἀποδέχηται ὡς ἀγαθόν, γένηται δὲ μοχθηρὸς καὶ δοκῇ, ἆρ’ ἔτι φιλητέον; ἢ οὐ δυνατόν, εἴπερ μὴ πᾶν φιλητὸν ἀλλὰ τἀγαθόν; οὔτε δὲ φιλητὸν πονηρὸν οὔτε δεῖ· φιλοπόνηρον γὰρ οὐ χρὴ εἶναι, οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἴρηται δ’ ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ’ οὖν εὐθὺς διαλυτέον; ἢ οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν; ἐπανόρθωσιν δ’ ἔχουσι μᾶλλον βοηθητέον εἰς τὸ ἦθος ἢ τὴν οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον. δόξειε δ’ ἂν ὁ διαλυόμενος οὐδὲν ἄτοπον ποιεῖν· οὐ γὰρ τῷ τοιούτῳ φίλος ἦν· ἀλλοιωθέντα οὖν ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται. εἰ δ’ ὃ μὲν διαμένοι ὃ δ’ ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ; ἢ οὐκ ἐνδέχεται; ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διάνοιαν παῖς ὃ δ’ ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτ’ ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ’ ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν τε. εἴρηται δὲ περὶ τούτων. ἆρ’ οὖν οὐθὲν ἀλλοιότερον πρὸς αὐτὸν ἑκτέον ἢ εἰ μὴ ἐγεγόνει φίλος μηδέποτε; ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς γενομένοις ἀπονεμητέον τι διὰ τὴν προγενομένην φιλίαν, ὅταν μὴ δι’ ὑπερβολὴν μοχθηρίας διάλυσις γένηται.

¶1104 en¶244 el
English, D. P. Chase

[…] It is then because each of these feelings are entertained by the good man towards his own Self and a friend feels towards a friend as towards himself (a friend being in fact another Self), that Friendship is thought to be some one of these things and they are accounted friends in whom they are found. […]

Greek, the original

1166a τὰ φιλικὰ δὲ τὰ πρὸς τοὺς πέλας, καὶ οἷς αἱ φιλίαι ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι. τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν· ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες. οἳ δὲ τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, ἢ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· μάλιστα δὲ καὶ τοῦτο περὶ τὰς μητέρας συμβαίνει. τούτων δέ τινι καὶ τὴν φιλίαν ὁρίζονται. πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι)· οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ)· καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ. ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι, ἕκαστος δ’ ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ’ ἄλλος αἱρεῖται οὐδεὶς πάντ’ ἔχειν [ἐκεῖνο τὸ γενόμενον] (ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τἀγαθόν) ἀλλ’ ὢν ὅ τι ποτ’ ἐστίν· δόξειε δ’ ἂν τὸ νοοῦν ἕκαστος εἶναι ἢ μάλιστα. συνδιάγειν τε ὁ τοιοῦτος ἑαυτῷ βούλεται· ἡδέως γὰρ αὐτὸ ποιεῖ· τῶν τε γὰρ πεπραγμένων ἐπιτερπεῖς αἱ μνῆμαι, καὶ τῶν μελλόντων ἐλπίδες ἀγαθαί, αἱ τοιαῦται δ’ ἡδεῖαι. καὶ θεωρημάτων δ’ εὐπορεῖ τῇ διανοίᾳ. συναλγεῖ τε καὶ συνήδεται μάλισθ’ ἑαυτῷ· πάντοτε γάρ ἐστι τὸ αὐτὸ λυπηρόν τε καὶ ἡδύ, καὶ οὐκ ἄλλοτ’ ἄλλο· ἀμεταμέλητος γὰρ ὡς εἰπεῖν. τῷ δὴ πρὸς αὑτὸν ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχειν ὥσπερ πρὸς αὑτόν (ἔστι γὰρ ὁ φίλος ἄλλος αὐτός), καὶ ἡ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ φίλοι οἷς ταῦθ’ ὑπάρχει. πρὸς αὑτὸν δὲ πότερον ἔστιν ἢ οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος· δόξειε δ’ ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἐστὶ δύο ἢ πλείω, ἐκ τῶν εἰρημένων, 1166b καὶ ὅτι ἡ ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὑτὸν ὁμοιοῦται. φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν, καίπερ οὖσι φαύλοις. ἆρ’ οὖν ᾗ τ’ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν; ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθ’ ὑπάρχει, ἀλλ’ οὐδὲ φαίνεται. σχεδὸν δὲ οὐδὲ τοῖς φαύλοις· διαφέρονται γὰρ ἑαυτοῖς, καὶ ἑτέρων μὲν ἐπιθυμοῦσιν ἄλλα δὲ βούλονται, οἷον οἱ ἀκρατεῖς· αἱροῦνται γὰρ ἀντὶ τῶν δοκούντων ἑαυτοῖς ἀγαθῶν εἶναι τὰ ἡδέα βλαβερὰ ὄντα· οἳ δ’ αὖ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι. οἷς δὲ πολλὰ καὶ δεινὰ πέπρακται καὶ διὰ τὴν μοχθηρίαν μισοῦνται, καὶ φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ζητοῦσί τε οἱ μοχθηροὶ μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦθ’ ἕτερα ἐλπίζουσι, καθ’ ἑαυτοὺς ὄντες, μεθ’ ἑτέρων δ’ ὄντες ἐπιλανθάνονται. οὐδέν τε φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς. οὐδὲ δὴ συγχαίρουσιν οὐδὲ συναλγοῦσιν οἱ τοιοῦτοι ἑαυτοῖς· στασιάζει γὰρ αὐτῶν ἡ ψυχή, καὶ τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενόν τινων, τὸ δ’ ἥδεται, καὶ τὸ μὲν δεῦρο τὸ δ’ ἐκεῖσε ἕλκει ὥσπερ διασπῶντα. εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὑτῷ· μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσιν. οὐ δὴ φαίνεται ὁ φαῦλος οὐδὲ πρὸς ἑαυτὸν φιλικῶς διακεῖσθαι διὰ τὸ μηδὲν ἔχειν φιλητόν. εἰ δὴ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν διατεταμένως καὶ πειρατέον ἐπιεικῆ εἶναι· οὕτω γὰρ καὶ πρὸς ἑαυτὸν φιλικῶς ἂν ἔχοι καὶ ἑτέρῳ φίλος γένοιτο.

¶1105 en¶245 el

But it may be urged that the aforesaid requisites are to all appearance found in the common run of men, though they are men of a low stamp.

ἡ δ’ εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία· γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ’ οὔ. καὶ πρότερον δὲ ταῦτ’ εἴρηται. ἀλλ’ οὐδὲ φίλησίς ἐστιν. οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτ’ ἀκολουθεῖ· καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δ’ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει· 1167a εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δ’ ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν. ἔοικε δὴ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐδὲν μᾶλλον ἐρᾷ, ἀλλ’ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ· οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τ’ εἶναι μὴ εὔνους γενομένους, οἱ δ’ εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν· βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δ’ ἂν οὐδέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν. διὸ μεταφέρων φαίη τις ἂν αὐτὴν ἀργὴν εἶναι φιλίαν, χρονιζομένην δὲ καὶ εἰς συνήθειαν ἀφικνουμένην γίνεσθαι φιλίαν, οὐ τὴν διὰ τὸ χρήσιμον οὐδὲ τὴν διὰ τὸ ἡδύ· οὐδὲ γὰρ εὔνοια ἐπὶ τούτοις γίνεται. ὁ μὲν γὰρ εὐεργετηθεὶς ἀνθ’ ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν, τὰ δίκαια δρῶν· ὁ δὲ βουλόμενός τιν’ εὐπραγεῖν, ἐλπίδα ἔχων εὐπορίας δι’ ἐκείνου, οὐκ ἔοικ’ εὔνους ἐκείνῳ εἶναι, ἀλλὰ μᾶλλον ἑαυτῷ, καθάπερ οὐδὲ φίλος, εἰ θεραπεύει αὐτὸν διά τινα χρῆσιν. ὅλως δ’ εὔνοια δι’ ἀρετὴν καὶ ἐπιείκειάν τινα γίνεται, ὅταν τῳ φανῇ καλός τις ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, καθάπερ καὶ ἐπὶ τῶν ἀγωνιστῶν εἴπομεν.

¶1106 en¶246 el

May it not be answered, that they share in them only in so far as they please themselves, and conceive themselves to be good? for certainly, they are not either really, or even apparently, found in any one of those who are very depraved and villainous; we may almost say not even in those who are bad men at all: for they are at variance with themselves and lust after different things from those which in cool reason they wish for, just as men who fail of Self-Control: I mean, they choose things which, though hurtful, are pleasurable, in preference to those which in their own minds they believe to be good: others again, from cowardice and indolence, decline to do what still they are convinced is best for them: while they who from their depravity have actually done many dreadful actions hate and avoid life, and accordingly kill themselves: and the wicked seek others in whose company to spend their time, but fly from themselves because they have many unpleasant subjects of memory, and can only look forward to others like them when in solitude but drown their remorse in the company of others: and as they have nothing to raise the sentiment of Friendship so they never feel it towards themselves.

φιλικὸν δὲ καὶ ἡ ὁμόνοια φαίνεται. διόπερ οὐκ ἔστιν ὁμοδοξία· τοῦτο μὲν γὰρ καὶ ἀγνοοῦσιν ἀλλήλους ὑπάρξειεν ἄν· οὐδὲ τοὺς περὶ ὁτουοῦν ὁμογνωμονοῦντας ὁμονοεῖν φασίν, οἷον τοὺς περὶ τῶν οὐρανίων (οὐ γὰρ φιλικὸν τὸ περὶ τούτων ὁμονοεῖν), ἀλλὰ τὰς πόλεις ὁμονοεῖν φασίν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ ταὐτὰ προαιρῶνται καὶ πράττωσι τὰ κοινῇ δόξαντα. περὶ τὰ πρακτὰ δὴ ὁμονοοῦσιν, καὶ τούτων περὶ τὰ ἐν μεγέθει καὶ ἐνδεχόμενα ἀμφοῖν ὑπάρχειν ἢ πᾶσιν, οἷον αἱ πόλεις, ὅταν πᾶσι δοκῇ τὰς ἀρχὰς αἱρετὰς εἶναι, ἢ συμμαχεῖν Λακεδαιμονίοις, ἢ ἄρχειν Πιττακὸν ὅτε καὶ αὐτὸς ἤθελεν. ὅταν δ’ ἑκάτερος ἑαυτὸν βούληται, ὥσπερ οἱ ἐν ταῖς Φοινίσσαις, στασιάζουσιν· οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ ἑκάτερον ἐννοεῖν ὁδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ, οἷον ὅταν καὶ ὁ δῆμος 1167b καὶ οἱ ἐπιεικεῖς τοὺς ἀρίστους ἄρχειν· οὕτω γὰρ πᾶσι γίνεται οὗ ἐφίενται. πολιτικὴ δὴ φιλία φαίνεται ἡ ὁμόνοια, καθάπερ καὶ λέγεται· περὶ τὰ συμφέροντα γάρ ἐστι καὶ τὰ εἰς τὸν βίον ἥκοντα. ἔστι δ’ ἡ τοιαύτη ὁμόνοια ἐν τοῖς ἐπιεικέσιν· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ ἀλλήλοις, ἐπὶ τῶν αὐτῶν ὄντες ὡς εἰπεῖν ̔τῶν τοιούτων γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλους εἶναι, πλεονεξίας ἐφιεμένους ἐν τοῖς ὠφελίμοις, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς λειτουργίαις ἐλλείποντας· ἑαυτῷ δ’ ἕκαστος βουλόμενος ταῦτα τὸν πέλας ἐξετάζει καὶ κωλύει· μὴ γὰρ τηρούντων τὸ κοινὸν ἀπόλλυται. συμβαίνει οὖν αὐτοῖς στασιάζειν, ἀλλήλους μὲν ἐπαναγκάζοντας, αὐτοὺς δὲ μὴ βουλομένους τὰ δίκαια ποιεῖν.

The scene

Aristotle is explaining why the good man’s love for his friend comes from his relation to himself: he lives with himself gladly, remembers his past deeds with pleasure and hopes well of the future, and shares his own griefs and joys without regret. A friend is treated in the same way, as if he were the same person.

What it means

We feel towards a good friend as we feel towards ourselves, because the friend is in effect a second self; friendship is modelled on self-regard in the good person.

Often misread

Often quoted as a sentiment about romantic closeness. In the text it is a parenthesis in an argument about the good man’s relation to himself, and it applies to the good (virtuous) friend, not to every friend.

Before and after

Aristotle-330, this quote
Cicero, On FriendshipCicero’s Laelius says that a true friend is, as it were, another self (tamquam alter idem).

Topics

Related quotes

Sources

Cite it

Aristotle, Nicomachean Ethics (330 BC), Book IX, chapter 4 (1166a31, chapter IV in D. P. Chase), translated by D. P. Chase. Checked at Quotogeny, https://quotogeny.com/q/a-friend-is-another-self/ (31 October 2026).

Have a different wording, or a source we missed? Check it or submit it.

Do you hold the rights to anything on this page? Tell us.

Checked by people

People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments

Try