A human being is neither soul alone nor body alone, but something composed of these two.
Genuine
Yes. In Discourses (60), Discourse 6.
Found word for word by program in the Greek original.
The English is our own translation, not yet reviewed: there is no public-domain translation of this text in our sources.
Checked against C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 6, in the text of a page scan, not the image.
- Work
- Discourses (Διατριβαί), 60
- Where
- Discourse 6
- Found at
- Paragraph 31 of the Greek text
- Translation
- Our own, not yet reviewed (no public-domain translation in our sources)
- Source
- C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 6
- Checked
- In the text of a page scan, not the image
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
ΜΟΥΣΩΝΙΟΥ ΠΕΡΙ ΑΣΚΗΣΒΩΣ.
[…] Ἡ ἀρετή, ἔφη, ἐπιστήμη ἐστὶν οὐ θεωρητικὴ μόνον, ἀλλὰ καὶ πρακτικὴ καθάπερ ἥ τε ἰατρικὴ καὶ ἡ μουσική. δεῖ οὖν ὥσπερ τὸν ἰατρὸν καὶ τὸν μουσικὸν μὴ μόνον ἀνειληφέναι τὰ θεωρήματα τῆς αὑτοῦ τέχνης ἑκάτερον, ἀλλὰ καὶ γεγυμνάσθαι πράττειν κατὰ τὰ θεωρήματα, οὕτω καὶ τὸν ἐσόμενον ἀγαθὸν ἄνδρα μὴ μόνον ἐκμανθάνειν ὅσα μαθήματα φέρει πρὸς ἀρετήν, ἀλλὰ καὶ γυμνάζεσθαι κατὰ ταῦτα φιλοτίμως καὶ φιλοπόνως. ἐπεὶ πῶς μὲν ἂν εὐθὺς γένοιτό τις σώφρων, εἰ μόνον εἰδείη ὅτι οὐ χρὴ ἡττᾶσθαι ἡδονῶν, ἀγύμναστος δ’ εἴη ἀντέχειν ταῖς ἡδοναῖς; πῶς δ’ ἂν δίκαιός τις γένοιτο, μεμαθηκὼς μὲν ὅτι χρὴ τὸ ἴσον ἀγαπᾶν, μὴ μεμελετηκὼς δὲ φεύγειν τὸ πλεονεκτεῖν; πῶς δ’ ἂν ἀνδρείαν κτησαίμεθα, τὸ μὲν ὅτι μὴ φοβερὰ τὰ δοκοῦντα τοῖς πολλοῖς δεινὰ κατανενοηκότες, ἄφοβοι δ’ εἶναι εἰς αὐτὰ μὴ μεμελετηκότες; πῶς δ’ ἂν φρόνιμοι γενοίμεθα, τὰ μὲν ὡς ἀληθῶς ἀγαθὰ καὶ κακὰ τίνα ἐστὶν ἐγνωκότες, μὴ γεγυμνασμένοι δὲ καταφρονεῖν τῶν δοκούντων ἀγαθῶν; διὸ χρὴ τῇ μαθήσει τῶν προσηκόντων ἀρετῇ ἑκάστῃ μαθημάτων καὶ τὴν ἄσκησιν ἐπακολουθεῖν πάντως, εἴ γε μέλλει καὶ αὐτῆς τῆς μαθήσεως ὄφελός τι γενήσεσθαι ἡμῖν. καὶ τοσούτῳ γε χρὴ μᾶλλον ἀσκεῖν τὸν φιλοσοφεῖν ἀξιοῦντα ἤπερ τὸν ἰατρικῆς· ἤ τινος τέχνης ὁμοίας ἐφιέμενον, ὅσῳ μεῖζον καὶ δυσκατεργαστότερον φιλοσοφία παντὸς ἐπιτηδεύματος ἑτέρου. καὶ γὰρ οὖν ἐπὶ μὲν τὰς ἄλλας τέχνας † εἶναι οἱ ἐφιέμενοι αὐτῶν, οὐ προδιεφθαρμένοι τὰς ψυχὰς οὐδ’ ἐναντία μεμαθηκότες οἷς μαθήσεσθαι μέλλουσιν· οἱ δὲ φιλοσοφεῖν ἐπιχειροῦντες, ἐν διαφθορᾷ γεγενημένοι πρότερον πολλῇ καὶ ἐμπεπλησμένοι κακίας, οὕτω μετίασι τὴν ἀρετήν, ὥστε καὶ ταύτῃ πλείονος δεηθῆναι τῆς ἀσκήσεως. πῶς οὖν καὶ τίνα τρόπον τούτοις ἀσκητέον; ἐπεὶ τὸν ἄνθρωπον οὔτε ψυχὴν μόνον εἶναι συμβέβηκεν οὔτε σῶμα μόνον, ἀλλά τι σύνθετον ἐκ τοῖν δυοῖν τούτοιν, ἀνάγκη τὸν ἀσκοῦντα ἀμφοῖν ἐπιμελεῖσθαι, τοῦ μὲν κρείττονος μᾶλλον, ὥσπερ ἄξιον, τουτέστι τῆς ψυχῆς· καὶ θατέρου δέ, εἴ γε μέλλει μηδὲν ἐνδεῶς ἔχειν τοῦ ἀνθρώπου μέρος. δεῖ γὰρ δὴ καὶ τὸ σῶμα παρεσκευάσθαι καλῶς πρὸς τὰ σώματος ἔργα τὸ τοῦ φιλοσοφοῦντος, ὅτι πολλάκις αἱ ἀρεταὶ καταχρῶνται τούτῳ ὄντι ὀργάνῳ ἀναγκαίῳ πρὸς τὰς τοῦ βίου πράξεις. τῆς οὖν ἀσκήσεως ἡ μέν τις ἰδία τῆς ψυχῆς μόνης γίνοιτ’ ἂν ὀρθῶς, ἡ δέ τις κοινὴ ταύτης τε καὶ τοῦ σώματος. κοινὴ μὲν οὖν ἄσκησις ἀμφοῖν γενήσεται, συνεθιζομένων ἡμῶν ῥίγει θάλπει, δίψει λιμῷ, τροφῆς λιτότητι κοίτης σκληρότητι, ἀποχῇ τῶν ἡδέων ὑπομονῇ τῶν ἐπιπόνων. διὰ γὰρ τούτων καὶ τῶν τοιούτων ῥώννυται μὲν τὸ σῶμα καὶ γίνεται δυσπαθές τε καὶ στερεὸν καὶ χρήσιμον πρὸς ἅπαν ἔργον, ῥώννυται δὲ ἡ ψυχὴ γυμναζομένη διὰ μὲν τῆς ὑπομονῆς τῶν ἐπιπόνων πρὸς ἀνδρείαν, διὰ δὲ τῆς ἀποχῆς τῶν ἡδέων πρὸς σωφροσύνην. ἰδία δὲ τῆς ψυχῆς ἄσκησίς ἐστι πρῶτον μὲν τὰς ἀποδείξεις προχείρους ποιεῖσθαι τάς τε περὶ τῶν ἀγαθῶν τῶν δοκούντων ὡς οὐκ ἀγαθά, καὶ τὰς περὶ τῶν κακῶν τῶν δοκούντων ὡς οὐ κακά, καὶ τὰ ἀληθῶς ἀγαθὰ γνωρίζειν τε καὶ διακρίνειν ἀπὸ τῶν μὴ ἀληθῶς ἐθίζεσθαι· εἶτα δὲ μελετᾶν μήτε φεύγειν μηδὲν τῶν δοκούντων κακῶν μήτε διώκειν μηδὲν τῶν δοκούντων ἀγαθῶν, καὶ τὰ μὲν ἀληθῶς κακὰ πάσῃ μηχανῇ ἐκτρέπεσθαι, τὰ δὲ ἀληθῶς ἀγαθὰ παντὶ τρόπῳ μετέρχεσθαι.
Ἐν κεφαλαίῳ μὲν οὖν σχεδὸν εἴρηται, ὁποῖος ἑκάτερος τρόπος ἀσκήσεως· οὐ μὴν ἀλλὰ καὶ κατὰ μέρος ὡς ποιητέον ἕκαστα, πειράσομαι εἰπεῖν, οὐ διακρίνων οὐδὲ χωρίζων οὐκέτι τά τε κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀσκήματα καὶ τὰ ἴδια τῆς ψυχῆς, ἀλλὰ ἀναμὶξ τὰ ἑκατέρου μέρους διεξιών. οὐκοῦν ἐπειδὴ ταῦτα μὲν τυγχάνομεν ἀκηκοότες τε καὶ ὑπειληφότες, ὅσοι γε φιλοσόφου διατριβῆς μετεσχήκαμεν, ὡς οὔτε πόνος οὔτε θάνατος οὔτε πενία κακὸν οὐδαμῶς ἐστιν οὐδ’ ἄλλο τι τῶν κακίας ἀπηλλαγμένων, οὐδ’ αὖ πάλιν ἀγαθὸν πλοῦτος ζωὴ ἡδονὴ ἤ τι ἕτερον τῶν μὴ μετεχόντων ἀρετῆς· ὅμως δὲ καὶ ταῦθ’ ὑπειληφότες διὰ τὴν ἀπὸ παίδων εὐθὺς γεγονυῖαν ἡμῖν διαφθορὰν καὶ τὴν ὑπὸ τῆς διαφθορᾶς συνήθειαν πονηρὰν πόνου μὲν προσερχομένου κακὸν ἡγούμεθα προσέρχεσθαι ἑαυτοῖς, ἡδονῆς δὲ παραγινομένης ἀγαθὸν ἡγούμεθα παραγίνεσθαι ἡμῖν, καὶ τὸν μὲν θάνατον ὡς ἐσχάτην συμφορὰν πεφρίκαμεν, τὴν δὲ ζωὴν ὡς τῶν ἀγαθῶν μέγιστον ἀσπαζόμεθα, καὶ διδόντες μὲν ἀργύριον ὡς βλαπτόμενοι λυπούμεθα, λαμβάνοντες δὲ ὡς ὠφελούμενοι χαίρομεν, παραπλησίως δὲ καὶ ἐπὶ πλειόνων ἄλλων οὐκ ἀκολούθως ταῖς ὀρθαῖς ὑπολήψεσι τοῖς πράγμασι χρώμεθα, τῷ δὲ φαύλῳ ἔθει μᾶλλον ἀκολουθοῦμεν. ἐπεὶ οὖν ταῦτα φημὶ ταύτῃ ἔχειν, δεῖ τὸν ἀσκοῦντα ζητεῖν περιγίγνεσθαι ἑαυτῷ τῇ μὲν ἡδονῇ μὴ ἀσμενίζειν, τὸν πόνον δὲ μὴ ἐκτρέπεσθαι, καὶ τῷ μὲν ζῆν μὴ φιληδεῖν, τὸν δὲ θάνατον μὴ δεδιέναι, καὶ ἐπὶ χρημάτων μὴ προτιμᾶν τοῦ προΐεσθαι τὸ λαμβάνειν.
Since a human being is neither soul alone nor body alone, but something composed of these two, anyone in training must care for both: more for the better part, as is fitting, namely the soul; but also for the other, if no part of the human being is to be deficient.
The scene
Musonius first compares ethical training with medicine and music: learning principles must be followed by practice. He then asks what that training should involve and distinguishes exercises shared by body and soul from exercises of the soul alone. Immediately after this passage he explains that the body must be prepared because the virtues use it as an instrument in practical life.
What it means
Ethical training must care for the whole person, including bodily capacities, while giving priority to the soul and its character.
Often misread
The balance is not an equal division of attention between fitness and character: the passage explicitly gives the soul priority. The examples that follow concern endurance and self-control, not bodily appearance or athletic achievement as ends in themselves.
Topics
Related quotes
- Knowing what is right means little until you practice it. Your choices must carry the lesson your words can explain. (paraphrase)
- Girls and boys should be educated alike in whatever leads to virtue.
- Self-control in food and drink is the beginning and foundation of temperance.
- One should seek not many proofs for each matter, but effective and clear ones.
- Being good is the same as being a philosopher.
Sources
Cite it
Musonius Rufus, Discourses (60), Discourse 6, our own translation. Checked at Quotogeny, https://quotogeny.com/q/a-human-being-is-neither-soul-alone-nor-body-alone/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.
Comments