Girls and boys should be educated alike in whatever leads to virtue.

Genuine

Yes. In Discourses (60), Discourse 4.

Found word for word by program in the Greek original.

The English is our own translation, not yet reviewed: there is no public-domain translation of this text in our sources.

Checked against C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 4, in the text of a page scan, not the image.

Work
Discourses (Διατριβαί), 60
Where
Discourse 4
Found at
Paragraph 28 of the Greek text
Translation
Our own, not yet reviewed (no public-domain translation in our sources)
Source
C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 4
Checked
In the text of a page scan, not the image

Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check

On the page

¶27 el

ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΠΑΙΔΕΥΤΕΟΝ ΤΑΣ ΘΥΓΑΤΕΡΑΣ ΤΟΙΣ ΥΙΟΙΣ

¶28 el

[…] ’τί οὖν; καὶ ταλασίαν’ φησί τις ἴσως ἀξιοῖς σὺ παραπλησίως ἐκμανθάνειν ταῖς γυναιξὶν τοὺς ἄνδρας καὶ γυμναστικὴν μετέρχεσθαι τοῖς ἀνδράσιν ὁμοίως τὰς γυναῖκας;’ τοῦτο μὲν οὐκέτι ἀξιώσω ἐγώ· φημὶ δὲ ὅτι οὔσης ἐν τῷ γένει ⟨τῷ⟩ ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’ ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμητέον τὰ προσφορώτατα, καὶ τὰ μὲν βαρύτερα τοῖς ἰσχυροτέροις ἀποδοτέον, τὰ δὲ ἐλαφρότερα τοῖς ἀσθενεστέροις· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, ὥσπερ ⟨καὶ⟩ οἰκουρία· γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν, ὥσπερ καὶ θυραυλία· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἄν, ὅταν ἢ τὰ τοῦ σώματος οὕτως ὑφηγῆται ἢ τὰ τῆς χρείας ἢ τὰ τοῦ καιροῦ. πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ κεῖται τὰ ἀνθρώπεια ἔργα καὶ ἔστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν, καὶ οὐδὲν ἀποτακτὸν ἐξ ἀνάγκης τῷ ἑτέρῳ· ἔνια δὲ δὴ ἐπιτηδειότερα τὰ μὲν τῇδε τῇ φύσει, τὰ δὲ τῇδε· δι’ ὃ τὰ μὲν ἀνδρεῖα καλεῖται, τὰ δὲ γυναικεῖα· ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει, εἴ γε καὶ τὰς ἀρετὰς προσήκειν φαμὲν οὐδὲν τοῖς ἑτέροις μᾶλλον ἢ τοῖς ἑτέροις. ὅθεν εἰκότως οἶμαι καὶ παιδευτέον ὅσα πρὸς ἀρετὴν παραπλησίως τό τε θῆλυ καὶ τὸ ἄρρεν· καὶ ἀρξαμένους ἀπὸ νηπίων εὐθὺς διδακτέον, ὅτι τοῦτο μὲν ἀγαθόν, τοῦτο δὲ κακὸν † κακὸν ταὐτὸν ἀμφοῖν, καὶ τοῦτο μὲν ὠφέλιμον, τοῦτο δὲ βλαβερόν, καὶ τόδε μὲν πρακτέον, τόδε δὲ οὔ· ἐξ ὧν περιγίνεται φρόνησις τοῖς μανθάνουσιν ὁμοίως κόραις καὶ κόροις, καὶ οὐδὲν διαφορώτερον τοῖς ἑτέροις· εἶτα δὲ ἐμποιητέον αἰδῶ πρὸς ἅπαν αἰσχρόν· ὧν ἐγγενομένων ἀνάγκη σώφρονας εἶναι καὶ ἄνδρα καὶ γυναῖκα. καὶ μὴν τὸν παιδευόμενον ὀρθῶς, ὅστις ἂν ᾖ, εἴτε ἄρρην εἴτε θήλεια, ἐθιστέον μὲν ἀνέχεσθαι πόνου, ἐθιστέον δὲ μὴ φοβεῖσθαι θάνατον, ἐθιστέον δὲ μὴ ταπεινοῦσθαι πρὸς συμφορὰν μηδεμίαν· δι’ ὅσων ἄν τις εἴη ἀνδρεῖος. ἀνδρείας δὲ μικρῷ πρότερον ἐδείχθη δεῖν μετεῖναι καὶ γυναιξίν. ἔτι τοίνυν πλεονεξίαν μὲν φεύγειν, ἰσότητα δὲ τιμᾶν, καὶ εὐποιεῖν μὲν θέλειν, κακοποιεῖν δὲ μὴ θέλειν ἄνθρωπον ὄντα ἀνθρώπους, ἔστι μὲν δίδαγμα κάλλιστον καὶ δικαίους ἐπιτελεῖ τοὺς μανθάνοντας· τί δὲ μᾶλλον ἄνδρα μεμαθηκέναι χρὴ ταῦτα; εἰ γὰρ νὴ Δία πρέπει δικαίας εἶναι γυναῖκας, καὶ ταὐτὰ δεῖ μεμαθηκέναι ἄμφω τά γε κυριώτατα καὶ μέγιστα. εἰ γάρ τί που καὶ μικρὸν ὁ μὲν εἴσεται, ἡ δὲ οὔ, ἢ ἀνάπαλιν ἡ μὲν εἴσεται, ὁ δὲ οὔ, τεχνίτου τινὸς ἐχόμενον, οὔπω τοῦτο διάφορον ἀποφαίνει τὴν ἑκατέρου παιδείαν· μόνον περὶ μηδενὸς τῶν μεγίστων ἕτερος ἕτερα μεμαθηκέτω, ἀλλὰ ταὐτά. ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτὸν ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς. καὶ οὐ τοῦτο βούλομαι λέγειν, ὅτι τρανότητα περὶ λόγους καὶ δεινότητά τινα περιττὴν χρὴ προσεῖναι ταῖς γυναιξίν, εἴπερ φιλοσοφήσουσιν ὡς γυναῖκες· οὐδὲ γὰρ ἐπ’ ἀνδρῶν ἐγὼ πάνυ τι τοῦτο ἐπαινῶ· ἀλλ’ ὅτι ἤθους χρηστότητα καὶ καλοκἀγαθίαν τρόπου κτητέον ταῖς γυναιξίν· ἐπειδὴ καὶ φιλοσοφία καλοκἀγαθίας ἐστὶν ἐπιτήδευσις καὶ οὐδὲν ἕτερον.

our translation
English, our own translation (not yet reviewed)

Therefore I think it reasonable that girls and boys should be educated alike in whatever leads to virtue.

The scene

Asked whether daughters should receive the same education as sons, Musonius argues that wisdom, justice, self-control and courage are required of both sexes. After discussing customary divisions of work, he draws this conclusion about moral education and goes on to describe teaching children from infancy what is good and bad. He ends by saying that neither a man nor a woman can be educated properly without philosophy.

What it means

Because moral excellence is the same for both sexes, girls and boys need the same education in the capacities that constitute it.

Often misread

This is equality in education for virtue, not a claim that every kind of vocational or physical training must be identical. Earlier in the discourse Musonius retains customary distinctions based on his assumptions about bodily strength, while allowing that circumstances can make either sex undertake the other’s usual tasks.

Topics

Related quotes

Sources

Cite it

Musonius Rufus, Discourses (60), Discourse 4, our own translation. Checked at Quotogeny, https://quotogeny.com/q/girls-and-boys-should-be-educated-alike/ (29 November 2026).

Have a different wording, or a source we missed? Check it or submit it.

Do you hold the rights to anything on this page? Tell us.

Checked by people

People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments

Try