One should seek not many proofs for each matter, but effective and clear ones.
Genuine
Yes. In Discourses (60), Discourse 1.
Found word for word by program in the Greek original.
The English is our own translation, not yet reviewed: there is no public-domain translation of this text in our sources.
Checked against C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 1, in the text of a page scan, not the image.
- Work
- Discourses (Διατριβαί), 60
- Where
- Discourse 1
- Found at
- Paragraph 3 of the Greek text
- Translation
- Our own, not yet reviewed (no public-domain translation in our sources)
- Source
- C. Musonii Rufi reliquiae, edited by Otto Hense (Leipzig: B. G. Teubner, 1905), Dissertationum a Lucio digestarum reliquiae, Discourse 1
- Checked
- In the text of a page scan, not the image
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΔΕΙ ΠΟΛΛΑΙΣ ΑΠΟΔΕΙΞΕΣΙ ΠΡΟΣ ΕΝ ΠΡΑΓΜΑ ΧΡΗΣΑΣΘΑΙ.
Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος οὐχὶ πολλὰς ἐφ’ ἑκάστου πράγματος ζητεῖν ἀποδείξεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐναργεῖς. οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ πράγμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγον ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἃν ᾖ συνετώτερος, τοσούτῳ θᾶττον συναινέσι τῷ κεφαλαίῳ τοῦ λόγου, ὄντι γε ὑγιεῖ. ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὑτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. θεοὺς μὲν οὖν [οὐκ] εἰκὸς οὐδεμιᾶς ἀποδείξενς δεῖσθαι πρὸς μηδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς 〈οἷα〉μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, έπείπερ ἔργῳ προσκαλείται ἡμᾶς ὡς ἀγαθὸν οὖσα ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον τὸ πᾶν άγαθὸν αἱρετὸν εἶναι, καὶ προσλαβόντος ἕτερον γνῶριμον τούτῳ τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι, καὶ προστεθέντος αὐτῷ φανερωτέρου τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν γήνους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐω ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος, πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆωαι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπὀταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέτεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθοῖεν. ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίμεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἔθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὠς οὐ κακῶν ὄντων, πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις, ὡς οὐκ ἀγαθὰ ἐστιν, ἆρά γε ὅμοίως ἄμφω προσήσονται 〈ἂν〉 πίθοιτο τοῖς λεγομένοις; οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ὁ μὲν μόγις καὶ βραδέως καῖ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπιωεύσειεν ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καῖ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οίκεῖα καῖ προσήκοντα αὑτῷ, μήτε ἀποδείξεων δεόμενος πολλῶν μήτε πραγματείας μείζονος. ἢ οὐ τοιούτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος έστιν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἐγγύτερον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ άγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν· αἵματος εἶς ἀγαυοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις. πῶς οὖν τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονην;
Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδάσκαλον τοῦ φιλοσόφου μὴ λόγων πλῆθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μανθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ καθικνεῖσθαι τῆς διανοίας τοῦ ἀκούοντος, καὶ 〈ἃ . […]
When a discussion once arose about the proofs young people ought to hear from philosophers to understand what they are learning, Musonius said that one should seek not many proofs for each matter, but effective and clear ones.
The scene
In a discussion of philosophical teaching, Musonius compares effective reasoning with medicine: a physician is praised for helping the patient, not for administering many drugs. He explains that the amount of argument required depends on the learner’s character and training. The discourse ends by requiring learners both to guard against accepting falsehood and to put sound principles into practice.
What it means
The quality and effect of a philosophical argument matter more than the number of proofs a teacher can accumulate.
Often misread
This is not an argument against evidence or careful reasoning. Musonius expressly says students must avoid accepting falsehood, and acknowledges that some learners need more demonstrations than others.
Topics
Related quotes
- Girls and boys should be educated alike in whatever leads to virtue.
- We may then lay down this rule of friendship--neither ask nor consent to do what is wrong. Marcus Tullius Cicero
- A human being is neither soul alone nor body alone, but something composed of these two.
- Everything should be made as simple as possible, but not simpler. (not found) Albert Einstein
- It is impossible to live a pleasant life without living wisely and well and justly, and it is impossible to live wisely and well and justly without living pleasantly. Epicurus
Sources
Cite it
Musonius Rufus, Discourses (60), Discourse 1, our own translation. Checked at Quotogeny, https://quotogeny.com/q/not-many-proofs-but-effective-and-clear-ones/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.
Comments