no one would choose to live without friends.

Genuine

Yes. In Nicomachean Ethics (330 BC), Book VIII, chapter 1, 1155a5–6 (chapter I in D. P. Chase).

Found word for word by program in the Greek original and in D. P. Chase’s English translation.

Work
Nicomachean Ethics (Ἠθικὰ Νικομάχεια), 330 BC
Where
Book VIII, chapter 1, 1155a5–6 (chapter I in D. P. Chase)
Found at
Paragraph 222 of the Greek text, 941 of the English
Translation
D. P. Chase

Researched by AI; checked by program against the full text on 31 October 2026. Editorial review: pending. How we check

On the page

¶938 en¶220 el

We have now said our say about Self-Control and its opposite; and about Pleasure and Pain. What each is, and how the one set is good the other bad. We have yet to speak of Friendship.

περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης εἴρηται, καὶ τί ἕκαστον καὶ πῶς τὰ μὲν ἀγαθὰ αὐτῶν ἐστὶ τὰ δὲ κακά· λοιπὸν δὲ καὶ περὶ φιλίας ἐροῦμεν.

¶941 en¶222 el
English, D. P. Chase

Next would seem properly to follow a dissertation on Friendship: because, in the first place, it is either itself a virtue or connected with virtue; and next it is a thing most necessary for life, since no one would choose to live without friends though he should have all the other good things in the world: and, in fact, men who are rich or possessed of authority and influence are thought to have special need of friends: for where is the use of such prosperity if there be taken away the doing of kindnesses of which friends are the most usual and most commendable objects? […]

Greek, the original

1155a μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτ̓ ἂν διελθεῖν· ἔστι γὰρ ἀρετή τις ἢ μετ̓ ἀρετῆς, ἔτι δ̓ ἀναγκαιότατον εἰς τὸν [5] βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτ̓ ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστ̓ εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη [10] καὶ σῴζοιτ̓ ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα. ἐν πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους. καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλλεῖπον τῆς πράξεως δἰ ἀσθένειαν βοηθείας, τοῖς τ̓ ἐν ἀκμῇ [15] πρὸς τὰς καλὰς πράξεις· σύν τε δύ̓ ἐρχομένω· καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. φύσει τ̓ ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, [20] καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν. ἴδοι δ̓ ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ [25] φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστ̓ ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δ̓ ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. οὐ μόνον δ̓ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους [30] ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι· καὶ ἔτι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους.

¶942 en¶223 el

Furthermore, Friendship helps the young to keep from error: the old, in respect of attention and such deficiencies in action as their weakness makes them liable to; and those who are in their prime, in respect of noble deeds (“They two together going,” Homer says, you may remember), because they are thus more able to devise plans and carry them out.

διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα. οἳ μὲν γὰρ ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους, ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ [35] κολοιόν, καὶ τὰ τοιαῦτα· οἳ δ̓ ἐξ ἐναντίας κεραμεῖς πάντας τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι. […]

¶943 en¶224 el

Again, it seems to be implanted in us by Nature: as, for instance, in the parent towards the offspring and the offspring towards the parent (not merely in the human species, but likewise in birds and most animals), and in those of the same tribe towards one another, and specially in men of the same nation; for which reason we commend those men who love their fellows: and one may see in the course of travel how close of kin and how friendly man is to man.

τάχα δ̓ ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος τοῦ φιλητοῦ. δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν, τοῦτο δ̓ εἶναι ἀγαθὸν ἢ ἡδὺ ἢ χρήσιμον· δόξειε δ̓ ἂν χρήσιμον [20] εἶναι δἰ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή, ὥστε φιλητὰ ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη. πότερον οὖν τἀγαθὸν φιλοῦσιν ἢ τὸ αὑτοῖς ἀγαθόν; διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα. ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ. δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φιλεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τἀγαθὸν φιλητόν, ἑκάστῳ [25] δὲ τὸ ἑκάστῳ· φιλεῖ δ̓ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ τὸ φαινόμενον. διοίσει δ̓ οὐδέν· ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον. τριῶν δ̓ ὄντων δἰ ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι [30] τἀγαθά, ἀλλ̓ εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ)· τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα. τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἂν μὴ ταὐτὸ καὶ παῤ ἐκείνου γίνηται· εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσι φιλίαν εἶναι. ἢ προσθετέον μὴ λανθάνουσαν; πολλοὶ γάρ [35] εἰσιν εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς εἶναι ἢ χρησίμους· 1156a τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι πρὸς τοῦτον. εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις· φίλους δὲ πῶς ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς; δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας [5] δἰ ἕν τι τῶν εἰρημένων.

The scene

At the opening of his discussion of friendship, Aristotle calls it a virtue or something connected with virtue, and necessary to life. Rich and powerful people need friends both as recipients of kindness and as safeguards of prosperity; people in adversity need their refuge. He goes on to describe friendship’s value to the young, the old and those in their prime.

What it means

Even possession of every other good would not make life worth choosing without friends.

Often misread

This is not merely a claim that friends help us obtain wealth or success: the sentence explicitly imagines having all other goods already. Nor is it the separate saying about one soul in two bodies, which requires a different source.

Topics

Related quotes

Sources

Cite it

Aristotle, Nicomachean Ethics (330 BC), Book VIII, chapter 1, 1155a5–6 (chapter I in D. P. Chase), translated by D. P. Chase. Checked at Quotogeny, https://quotogeny.com/q/without-friends-no-one-would-choose-to-live/ (31 October 2026).

Have a different wording, or a source we missed? Check it or submit it.

Do you hold the rights to anything on this page? Tell us.

Checked by people

People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments

Try