a correction of Law, where Law is defective by reason of its universality.
Genuine
Yes. In Nicomachean Ethics (330 BC), Book V, chapter 10 (1137b; chapter XV in D. P. Chase).
Found word for word by program in the Greek original and in D. P. Chase’s English translation.
- Work
- Nicomachean Ethics (Ἠθικὰ Νικομάχεια), 330 BC
- Where
- Book V, chapter 10 (1137b; chapter XV in D. P. Chase)
- Found at
- Paragraph 165 of the Greek text, 645 of the English
- Translation
- D. P. Chase
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
[…] Where then there is a necessity for general statement, while a general statement cannot apply rightly to all cases, the law takes the generality of cases, being fully aware of the error thus involved; and rightly too notwithstanding, because the fault is not in the law, or in the framer of the law, but is inherent in the nature of the thing, because the matter of all action is necessarily such.
ἔτι δ’ ὧν προειλόμεθα δύ’ ἔστιν εἰπεῖν, πότερόν ποτ’ ἀδικεῖ ὁ νείμας παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ ἔχων, καὶ εἰ ἔστιν αὐτὸν αὑτὸν ἀδικεῖν. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθὲν καὶ ὁ διανέμων ἀδικεῖ ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον, εἴ τις πλέον αὑτοῦ ἑτέρῳ νέμει εἰδὼς καὶ ἑκών, οὗτος αὐτὸςαὑτὸν ἀδικεῖ: ὅπερ δοκοῦσιν οἱ μέτριοι ποιεῖν: ὁ γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν. ἢ οὐδὲ τοῦτο ἁπλοῦν; ἑτέρου γὰρ ἀγαθοῦ, εἰ ἔτυχεν, πλεονεκτεῖ, οἷον δόξης ἢ τοῦ ἁπλῶς καλοῦ. ἔτι λύεται κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖν: οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο,ἀλλ’ εἴπερ, βλάπτεται μόνον. φανερὸν δὲ ὅτι καὶ ὁ διανέμων ἀδικεῖ, ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων ἀεί: οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλ’ ᾧ τὸ ἑκόντα τοῦτο ποιεῖν: τοῦτο δ’ ὅθεν ἡ ἀρχὴ τῆς πράξεως, ἥ ἐστιν ἐν τῷ διανέμοντι ἀλλ’ οὐκ ἐν τῷ λαμβάνοντι. ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖνλέγεται, καὶ ἔστιν ὡς τὰ ἄψυχα κτείνει καὶ ἡ χεὶρ καὶ ὁ οἰκέτης ἐπιτάξαντος, οὐκ ἀδικεῖ μέν, ποιεῖ δὲ τὰ ἄδικα. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸ νομικὸν δίκαιον οὐδ’ ἄδικος ἡ κρίσις ἐστίν, ἔστι δ’ ὡς ἄδικος: ἕτερον γὰρ τὸ νομικὸν δίκαιον καὶ τὸ πρῶτον: εἰ δὲ γινώσκων ἔκρινεν ἀδίκως, 1137aπλεονεκτεῖ καὶ αὐτὸς ἢ χάριτος ἢ τιμωρίας. ὥσπερ οὖν κἂν εἴ τις μερίσαιτο τοῦ ἀδικήματος, καὶ ὁ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει: καὶ γὰρ ἐπ’ ἐκείνῳ τὸν ἀγρὸν κρίνας οὐκ ἀγρὸν ἀλλ’ ἀργύριον ἔλαβεν. οἱ δ’ ἄνθρωποι ἐφ’ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν: διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δ’ οὐκ ἔστιν: συγγενέσθαι μὲν γὰρ τῇ τοῦ γείτονος καὶ πατάξαι τὸν πλησίον καὶ δοῦναι τῇ χειρὶ τὸ ἀργύριον ῥᾴδιον καὶ ἐπ’ αὐτοῖς, ἀλλὰ τὸ ὡδὶ ἔχοντας ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτ’ ἐπ’ αὐτοῖς. ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι, ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν οὐ χαλεπὸν συνιέναι ̔ἀλλ’ οὐ ταῦτ’ ἐστὶ τὰ δίκαια ἀλλ’ ἢ κατὰ συμβεβηκόσ̓: ἀλλὰ πῶς πραττόμενα καὶ πῶς νεμόμενα δίκαια, τοῦτο δὴ πλέον ἔργον ἢ τὰ ὑγιεινὰ εἰδέναι: ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ νεῖμαι πρὸς ὑγίειαν καὶ τίνι καὶ πότε, τοσοῦτον ἔργον ὅσον ἰατρὸν εἶναι. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν, ὅτι οὐχ ἧττον ὁ δίκαιος ἀλλὰ καὶ μᾶλλον δύναιτ’ ἂν ἕκαστον πρᾶξαι τούτων: καὶ γὰρ συγγενέσθαι γυναικὶ καὶ πατάξαι: καὶ ὁ ἀνδρεῖος τὴν ἀσπίδα ἀφεῖναι καὶ στραφεὶς ἐφ’ ὁποτεραοῦν τρέχειν. ἀλλὰ τὸ δειλαίνειν καὶ ἀδικεῖν οὐ τὸ ταῦτα ποιεῖν ἐστί, πλὴν κατὰ συμβεβηκός, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν οὐ τὸ τέμνειν ἢ μὴ τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡδί. ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δ’ ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν: τοῖς μὲν γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δ’ οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα βλάπτει, τοῖς δὲ μέχρι τοῦ: διὰ τοῦτ’ ἀνθρώπινόν ἐστιν.
[…] And so the Equitable is Just but better than one form of Just; I do not mean the abstract Just but the error which arises out of the universality of statement: and this is the nature of the Equitable, “a correction of Law, where Law is defective by reason of its universality.”
περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην τὸ δ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἐχόμενόν ἐστιν εἰπεῖν. οὔτε γὰρ ὡς ταὐτὸν ἁπλῶς οὔθ’ ὡς ἕτερον τῷ γένει φαίνεται σκοπουμένοις: καὶ ὁτὲ μὲν τὸ ἐπιεικὲςἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον, ὥστε καὶ ἐπὶ τὰ ἄλλα 1137bἐπαινοῦντες μεταφέρομεν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ἐπιεικέστερον ὅτι βέλτιον δηλοῦντες: ὁτὲ δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον εἰ τὸ ἐπιεικὲς παρὰ τὸ δίκαιόν τι ὂν ἐπαινετόν ἐστιν: ἢ γὰρ τὸ δίκαιον οὐ σπουδαῖον, ἢ τὸ ἐπιεικὲς οὐ δίκαιον, εἰ ἄλλο: ἢ εἰ ἄμφω σπουδαῖα, ταὐτόν ἐστιν. ἡ μὲν οὖν ἀπορία σχεδὸν συμβαίνει διὰ ταῦτα περὶ τὸ ἐπιεικές, ἔχει δ’ ἅπαντα τρόπον τινὰ ὀρθῶς καὶ οὐδὲν ὑπεναντίον ἑαυτοῖς: τό τε γὰρ ἐπιεικὲς δικαίου τινὸς ὂν βέλτιόν ἐστι δίκαιον, καὶ οὐχ ὡς ἄλλο τι γένος ὂν βέλτιόν ἐστι τοῦ δικαίου. ταὐτὸν ἄρα δίκαιον καὶ ἐπιεικές, καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν κρεῖττον τὸ ἐπιεικές. ποιεῖ δὲ τὴν ἀπορίαν ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ τὸ κατὰ νόμον δέ, ἀλλ’ ἐπανόρθωμα νομίμου δικαίου. αἴτιον δ’ ὅτι ὁ μὲν νόμος καθόλου πᾶς, περὶ ἐνίων δ’ οὐχ οἷόν τε ὀρθῶς εἰπεῖν καθόλου. ἐν οἷς οὖν ἀνάγκη μὲν εἰπεῖν καθόλου, μὴ οἷόν τε δὲ ὀρθῶς, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει ὁ νόμος, οὐκ ἀγνοῶν τὸ ἁμαρτανόμενον. καὶ ἔστιν οὐδὲν ἧττον ὀρθός: τὸ γὰρ ἁμάρτημα οὐκ ἐν τῷ νόμῳ οὐδ’ ἐν τῷ νομοθέτῃ ἀλλ’ ἐν τῇ φύσει τοῦ πράγματός ἐστιν: εὐθὺς γὰρ τοιαύτη ἡ τῶν πρακτῶν ὕλη ἐστίν. ὅταν οὖν λέγῃ μὲν ὁ νόμος καθόλου, συμβῇ δ’ ἐπὶ τούτου παρὰ τὸ καθόλου, τότε ὀρθῶς ἔχει, ᾗ παραλείπει ὁ νομοθέτης καὶ ἥμαρτεν ἁπλῶς εἰπών, ἐπανορθοῦν τὸ ἐλλειφθέν, ὃ κἂν ὁ νομοθέτης αὐτὸς ἂν εἶπεν ἐκεῖ παρών, καὶ εἰ ᾔδει, ἐνομοθέτησεν. διὸ δίκαιον μέν ἐστι, καὶ βέλτιόν τινος δικαίου, οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τὸ ἁπλῶς ἁμαρτήματος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς, ἐπανόρθωμα νόμου, ᾗ ἐλλείπει διὰ τὸ καθόλου. τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι, ὅτι περὶ ἐνίων ἀδύνατον θέσθαι νόμον, ὥστε ψηφίσματος δεῖ. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομίας ὁ μολίβδινος κανών: πρὸς γὰρ τὸ σχῆμα τοῦ λίθου μετακινεῖται καὶ οὐ μένει ὁ κανών, καὶ τὸ ψήφισμα πρὸς τὰ πράγματα. τί μὲν οὖν ἐστὶ τὸ ἐπιεικές, καὶ ὅτι δίκαιον καὶ τινὸς βέλτιον δικαίου, δῆλον. φανερὸν δ’ ἐκ τούτου καὶ ὁ ἐπιεικὴς τίς ἐστιν: ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ 1138aὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλ’ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστι, καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα καὶ οὐχ ἑτέρα τις ἕξις.
This is the reason why not all things are according to law, because there are things about which it is simply impossible to lay down a law, and so we want special enactments for particular cases. […]
πότερον δ’ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκτῶν εἰρημένων. τὰ μὲν γάρ ἐστι τῶν δικαίων τὰ κατὰ πᾶσαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγμένα, οἷον οὐ κελεύει ἀποκτιννύναι ἑαυτὸν ὁ νόμος, ἃ δὲ μὴ κελεύει, ἀπαγορεύει. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων ἑκών, ἀδικεῖ, ἑκὼν δὲ ὁ εἰδὼς καὶ ὃν καὶ ᾧ: ὁ δὲ δι’ ὀργὴν ἑαυτὸνσφάττων ἑκὼν τοῦτο δρᾷ παρὰ τὸν ὀρθὸν λόγον, ὃ οὐκ ἐᾷ ὁ νόμος: ἀδικεῖ ἄρα. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, αὑτὸν δ’ οὔ; ἑκὼν γὰρ πάσχει, ἀδικεῖται δ’ οὐδεὶς ἑκών. διὸ καὶ ἡ πόλις ζημιοῖ, καί τις ἀτιμία πρόσεστι τῷ ἑαυτὸν διαφθείραντι ὡς τὴν πόλιν ἀδικοῦντι. ἔτι καθ’ ὃ ἄδικος μόνον ὁ ἀδικῶνκαὶ μὴ ὅλως φαῦλος, οὐκ ἔστιν ἀδικῆσαι ἑαυτόν ̔τοῦτο γὰρ ἄλλος ἐκείνου: ἔστι γάρ πως ὁ ἄδικος οὕτω πονηρὸς ὥσπερ ὁ δειλός, οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, ὥστ’ οὐδὲ κατὰ ταύτην ἀδικεῖ̓: ἅμα γὰρ ἂν τῷ αὐτῷ εἴη ἀφῃρῆσθαι καὶ προσκεῖσθαι τὸ αὐτό: τοῦτο δὲ ἀδύνατον, ἀλλ’ ἀεὶ ἐν πλείοσινἀνάγκη εἶναι τὸ δίκαιον καὶ τὸ ἄδικον. ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως καὶ πρότερον: ὁ γὰρ διότι ἔπαθε καὶ τὸ αὐτὸ ἀντιποιῶν οὐ δοκεῖ ἀδικεῖν: αὐτὸς δ’ αὑτόν, ταὐτὰ ἅμα καὶ πάσχει καὶ ποιεῖ. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖσθαι. πρὸς δὲ τούτοις, ἄνευ τῶν κατὰ μέρος ἀδικημάτωνοὐδεὶς ἀδικεῖ, μοιχεύει δ’ οὐδεὶς τὴν ἑαυτοῦ οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ τοῖχον οὐδὲ κλέπτει τὰ αὑτοῦ. ὅλως δὲ λύεται τὸ αὑτὸν ἀδικεῖν καὶ κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι. φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ̔τὸ μὲν γὰρ ἔλαττον τὸδὲ πλέον ἔχειν ἐστὶ τοῦ μέσου καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ, εὐεκτικὸν δὲ ἐν γυμναστικῇ̓: ἀλλ’ ὅμως χεῖρον τὸ ἀδικεῖν: τὸ μὲν γὰρ ἀδικεῖν μετὰ κακίας καὶ ψεκτόν, καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ ἐγγύς ̔οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίασ̓, τὸ δ’ ἀδικεῖσθαι ἄνευ κακίας καὶἀδικίας. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦλον, 1138bκατὰ συμβεβηκὸς δ’ οὐδὲν κωλύει μεῖζον εἶναι κακόν. ἀλλ’ οὐδὲν μέλει τῇ τέχνῃ, ἀλλὰ πλευρῖτιν λέγει μείζω νόσον προσπταίσματος: καίτοι γένοιτ’ ἄν ποτε θάτερον κατὰ συμβεβηκός, εἰ προσπταίσαντα διὰ τὸ πεσεῖν συμβαίη ὑπὸ τῶν πολεμίων ληφθῆναι ἢ ἀποθανεῖν. κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητα ἔστιν οὐκ αὐτῷ πρὸς αὑτὸν δίκαιον ἀλλὰ τῶν αὐτοῦ τισίν, οὐ πᾶν δὲ δίκαιον ἀλλὰ τὸ δεσποτικὸν ἢ τὸ οἰκονομικόν. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον: εἰς ἃ δὴ βλέπουσι καὶ δοκεῖ εἶναι ἀδικία πρὸς αὑτόν, ὅτι ἐν τούτοις ἔστι πάσχειν τι παρὰ τὰς ἑαυτῶν ὀρέξεις: ὥσπερ οὖν ἄρχοντι καὶ ἀρχομένῳ εἶναι πρὸς ἄλληλα δίκαιόν τι καὶ τούτοις. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων, τῶν ἠθικῶν ἀρετῶν, διωρίσθω τὸν τρόπον τοῦτον.
It is clear then what the Equitable is; namely that it is Just but better than one form of Just: and hence it appears too who the Equitable man is: he is one who has a tendency to choose and carry out these principles, and who is not apt to press the letter of the law on the worse side but content to waive his strict claims though backed by the law: and this moral state is Equity, being a species of Justice, not a different moral state from Justice.
The scene
Aristotle asks how equity can be both just and better than one kind of justice. A law must state a general rule, but practical cases cannot all be covered accurately by that rule. Where a case falls outside its proper reach, equity supplies the correction that the lawgiver would have made if present and aware of the circumstances; Aristotle follows this with the image of a flexible lead ruler.
What it means
Equity corrects an overgeneral application of a law so that the particular case receives the treatment the lawgiver would have intended.
Often misread
Not a licence to ignore a law whenever its result is unwelcome. The correction answers a defect caused by the rule’s generality and is governed by what the lawgiver would have provided, rather than by personal preference.
Topics
Related quotes
- The worst form of inequality is to try to make unequal things equal. (not found)
- we deliberate not about Ends, but Means to Ends.
- Justice is in fact perfect Virtue, yet not simply so but as exercised towards one’s neighbour
- Happiness is a kind of working of the soul in the way of perfect Excellence
- Happiness is the meaning and the purpose of life, the whole aim and end of human existence. (paraphrase)
Sources
Cite it
Aristotle, Nicomachean Ethics (330 BC), Book V, chapter 10 (1137b; chapter XV in D. P. Chase), translated by D. P. Chase. Checked at Quotogeny, https://quotogeny.com/q/equity-corrects-laws-universality/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments