Justice is in fact perfect Virtue, yet not simply so but as exercised towards one’s neighbour
Genuine
Yes. In Nicomachean Ethics (330 BC), Book V, chapter 1, 1129b25–27 (local English text: Book V, Chapter II).
Found word for word by program in the Greek original and in D. P. Chase’s English translation.
- Work
- Nicomachean Ethics (Ἠθικὰ Νικομάχεια), 330 BC
- Where
- Book V, chapter 1, 1129b25–27 (local English text: Book V, Chapter II)
- Found at
- Paragraph 140 of the Greek text, 534 of the English
- Translation
- D. P. Chase
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
Further, the Law commands the doing the deeds not only of the brave man (as not leaving the ranks, nor flying, nor throwing away one’s arms), but those also of the perfectly self-mastering man, as abstinence from adultery and wantonness; and those of the meek man, as refraining from striking others or using abusive language: and in like manner in respect of the other virtues and vices commanding some things and forbidding others, rightly if it is a good law, in a way somewhat inferior if it is one extemporised.
περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις, καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη, καὶ τὸ δίκαιον τίνων μέσον. ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρημένοις. ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ’ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ ἀφ’ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια: τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἀδικίας, ἀφ’ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα. διὸ καὶ ἡμῖν πρῶτον ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ ἐπὶ τῶν ἕξεων. δύναμις μὲν γὰρ καὶ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων ἡ αὐτὴ εἶναι, ἕξις δ’ ἡ ἐναντία τῶν ἐναντίων οὔ, οἷον ἀπὸ τῆς ὑγιείας οὐ πράττεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑγιεινὰ μόνον: λέγομεν γὰρ ὑγιεινῶς βαδίζειν, ὅταν βαδίζῃ ὡς ἂν ὁ ὑγιαίνων. πολλάκις μὲν οὖν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, πολλάκις δὲ αἱ ἕξεις ἀπὸ τῶν ὑποκειμένων: ἐάν τε γὰρ ἡ εὐεξία ᾖ φανερά, καὶ ἡ καχεξία φανερὰ γίνεται, καὶ ἐκ τῶν εὐεκτικῶν ἡ εὐεξία καὶ ἐκ ταύτης τὰ εὐεκτικά. εἰ γάρ ἐστιν ἡ εὐεξία πυκνότης σαρκός, ἀνάγκη καὶ τὴν καχεξίαν εἶναι μανότητα σαρκὸς καὶ τὸ εὐεκτικὸν τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί. ἀκολουθεῖ δ’ ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερον πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς λέγεσθαι, οἷον εἰ τὸ δίκαιον, καὶ τὸ ἄδικον. ἔοικε δὲ πλεοναχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν πόῤῥω δήλη μᾶλλον, ̔ἡ γὰρ διαφορὰ πολλὴ ἡ κατὰ τὴν ἰδέαν̓ οἷον ὅτι καλεῖται κλεὶς ὁμωνύμως ἥ τε ὑπὸ τὸν αὐχένα τῶν ζῴων καὶ ᾗ τὰς θύρας κλείουσιν. εἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται. δοκεῖ δὴ ὅ τε παράνομος ἄδικος εἶναι καὶ ὁ πλεονέκτης καὶ ἄνισος, ὥστε δῆλον ὅτι καὶ [ὁ] δίκαιος ἔσται ὅ τε νόμιμος καὶ ὁ ἴσος. τὸ μὲν δίκαιον ἄρα τὸ νόμιμον καὶ τὸ ἴσον, τὸ δ’ ἄδικον τὸ παράνομον καὶ τὸ ἄνισον.
Now this Justice is in fact perfect Virtue, yet not simply so but as exercised towards one’s neighbour: and for this reason Justice is thought oftentimes to be the best of the Virtues, and
1129bἐπεὶ δὲ πλεονέκτης ὁ ἄδικος, περὶ τἀγαθὰ ἔσται, οὐ πάντα, ἀλλὰ περὶ ὅσα εὐτυχία καὶ ἀτυχία, ἃ ἐστὶ μὲν ἁπλῶς ἀεὶ ἀγαθά, τινὶ δ’ οὐκ ἀεί. οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσιν: δεῖ δ’ οὔ, ἀλλ’ εὔχεσθαι μὲν τὰ ἁπλῶς ἀγαθὰ καὶ αὑτοῖς ἀγαθὰ εἶναι, αἱρεῖσθαι δὲ τὰ αὑτοῖς ἀγαθά. ὁ δ’ ἄδικος οὐκ ἀεὶ τὸ πλέον αἱρεῖται, ἀλλὰ καὶ τὸ ἔλαττον ἐπὶ τῶν ἁπλῶς κακῶν: ἀλλ’ ὅτι δοκεῖ καὶ τὸ μεῖον κακὸν ἀγαθόν πως εἶναι, τοῦ δ’ ἀγαθοῦ ἐστὶν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἔστι δ’ ἄνισος: τοῦτο γὰρ περιέχει καὶ κοινόν. ἐπεὶ δ’ ὁ παράνομος ἄδικος ἦν ὁ δὲ νόμιμος δίκαιος, δῆλον ὅτι πάντα τὰ νόμιμά ἐστί πως δίκαια: τά τε γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά ἐστι, καὶ ἕκαστον τούτων δίκαιον εἶναί φαμεν. οἱ δὲ νόμοι ἀγορεύουσι περὶ ἁπάντων, στοχαζόμενοι ἢ τοῦ κοινῇ συμφέροντος πᾶσιν ἢ τοῖς ἀρίστοις ἢ τοῖς κυρίοις [κατ’ ἀρετὴν] ἢ κατ’ ἄλλον τινὰ τρόπον τοιοῦτον: ὥστε ἕνα μὲν τρόπον δίκαια λέγομεν τὰ ποιητικὰ καὶ φυλακτικὰ εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς τῇ πολιτικῇ κοινωνίᾳ. προστάττει δ’ ὁ νόμος καὶ τὰ τοῦ ἀνδρείου ἔργα ποιεῖν, οἷον μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν μηδὲ ῥιπτεῖν τὰ ὅπλα, καὶ τὰ τοῦ σώφρονος, οἷον μὴ μοιχεύειν μηδ’ ὑβρίζειν, καὶ τὰ τοῦ πράου, οἷον μὴ τύπτειν μηδὲ κακηγορεῖν, ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας ἀρετὰς καὶ μοχθηρίας τὰ μὲν κελεύων τὰ δ’ ἀπαγορεύων, ὀρθῶς μὲν ὁ κείμενος ὀρθῶς, χεῖρον δ’ ὁ ἀπεσχεδιασμένος. αὕτη μὲν οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς ἕτερον. καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος οὕτω θαυμαστός: καὶ παροιμιαζόμενοί φαμεν
“neither Hesper nor the Morning-star So worthy of our admiration:”
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι
and in a proverbial saying we express the same;
καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν. τελεία δ’ ἐστίν, ὅτι ὁ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ’ οὐ μόνον καθ’ αὑτόν: πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται χρῆσθαι, ἐν δὲ τοῖς πρὸς ἕτερον ἀδυνατοῦσιν.
The scene
Aristotle begins his account of justice by distinguishing lawfulness from taking an unfair share. In its broad sense, justice involves the virtues as exercised toward other people: laws address courageous, temperate and gentle conduct as well as fair dealing. He next explains why using virtue in relation to a neighbour is more demanding than exercising it only in one’s own affairs, before distinguishing particular justice.
What it means
Justice in this broad sense is complete virtue expressed in relations with other people, not merely one isolated good disposition.
Often misread
This is the broad or general sense of justice, not his narrower theory of fair distributions or rectification. The passage also does not claim that every enacted law is perfect: the preceding paragraph distinguishes good law from badly framed law.
Topics
Related quotes
- a correction of Law, where Law is defective by reason of its universality.
- perfect Friendship which subsists between those who are good and whose similarity consists in their goodness
- wealth manifestly is not the good we are seeking, because it is for use, that is, for the sake of something further
- Happiness is a kind of working of the soul in the way of perfect Excellence
- Natural justice is a symbol or expression of expediency, to prevent one man from harming or being harmed by another. Epicurus
Sources
Cite it
Aristotle, Nicomachean Ethics (330 BC), Book V, chapter 1, 1129b25–27 (local English text: Book V, Chapter II), translated by D. P. Chase. Checked at Quotogeny, https://quotogeny.com/q/justice-is-perfect-virtue-towards-ones-neighbour/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments