wealth manifestly is not the good we are seeking, because it is for use, that is, for the sake of something further
Genuine
Yes. In Nicomachean Ethics (330 BC), Book I, chapter 5, 1096a5–7 (local English text: Book I, Chapter III).
Found word for word by program in the Greek original and in D. P. Chase’s English translation.
- Work
- Nicomachean Ethics (Ἠθικὰ Νικομάχεια), 330 BC
- Where
- Book I, chapter 5, 1096a5–7 (local English text: Book I, Chapter III)
- Found at
- Paragraph 13 of the Greek text, 31 of the English
- Translation
- D. P. Chase
Researched by AI; checked by program against the full text on 29 November 2026. Editorial review: pending. How we check
On the page
A third line of life is that of contemplation, concerning which we shall make our examination in the following pages.[9]
Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. τὸ γὰρ ἀγαθὸν καὶ τὴν εὐδαιμονίαν οὐκ ἀλόγως ἐοίκασιν ἐκ τῶν βίων ὑπολαμβάνειν οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν· διὸ καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. τρεῖς γάρ εἰσι μάλιστα οἱ προύχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις φαίνονται βοσκημάτων βίον προαιρούμενοι, τυγχάνουσι δὲ λόγου διὰ τὸ πολλοὺς τῶν ἐν ταῖς ἐξουσίαις ὁμοιοπαθεῖν Σαρδαναπάλλῳ. οἱ δὲ χαρίεντες καὶ πρακτικοὶ τιμήν· τοῦ γὰρ πολιτικοῦ βίου σχεδὸν τοῦτο τέλος. φαίνεται δ᾽ ἐπιπολαιότερον εἶναι τοῦ ζητουμένου· δοκεῖ γὰρ ἐν τοῖς τιμῶσι μᾶλλον εἶναι ἢ ἐν τῷ τιμωμένῳ, τἀγαθὸν δὲ οἰκεῖόν τι καὶ δυσαφαίρετον εἶναι μαντευόμεθα. ἔτι δ᾽ ἐοίκασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρ᾽ οἷς γινώσκονται, καὶ ἐπ᾽ ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε τούτους ἡ ἀρετὴ κρείττων. τάχα δὲ καὶ μᾶλλον ἄν τις τέλος τοῦ πολιτικοῦ βίου ταύτην ὑπολάβοι. φαίνεται δὲ ἀτελεστέρα καὶ αὕτη· δοκεῖ γὰρ ἐνδέχεσθαι καὶ καθεύδειν ἔχοντα τὴν ἀρετὴν ἢ ἀπρακτεῖν διὰ βίου, καὶ πρὸς τούτοις κακοπαθεῖν καὶ ἀτυχεῖν τὰ μέγιστα· 1096a τὸν δ᾽ οὕτω ζῶντα οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μὴ θέσιν διαφυλάττων. καὶ περὶ μὲν τούτων ἅλις· ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις εἴρηται περὶ αὐτῶν. τρίτος δ᾽ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα.
As for the life of money-making, it is one of constraint, and wealth manifestly is not the good we are seeking, because it is for use, that is, for the sake of something further: and hence one would rather conceive the forementioned ends to be the right ones, for men rest content with them for their own sakes. […]
Ὁ δὲ χρηματιστὴς βίαιός τις ἐστίν, καὶ ὁ πλοῦτος δῆλον ὅτι οὐ τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι· δι᾽ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δ᾽ οὐδ᾽ ἐκεῖνα· καίτοι πολλοὶ λόγοι πρὸς αὐτὰ καταβέβληνται. ταῦτα μὲν οὖν ἀφείσθω.
Again, the notion of one Universal Good (the same, that is, in all things), it is better perhaps we should examine, and discuss the meaning of it, though such an enquiry is unpleasant, because they are friends of ours who have introduced these εἴδη.[11] Still perhaps it may appear better, nay to be our duty where the safety of the truth is concerned, to upset if need be even our own theories, specially as we are lovers of wisdom: for since both are dear to us, we are bound to prefer the truth. […]
Τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ διαπορῆσαι πῶς λέγεται, καίπερ προσάντους τῆς τοιαύτης ζητήσεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη. δόξειε δ᾽ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν.
In the next place, since good is predicated in as many ways as there are modes of existence [for it is predicated in the category of Substance, as God, Intellect—and in that of Quality, as The Virtues—and in that of Quantity, as The Mean—and in that of Relation, as The Useful—and in that of Time, as Opportunity—and in that of Place, as Abode; and other such like things], it manifestly cannot be something common and universal and one in all: else it would not have been predicated in all the categories, but in one only.
Οἱ δὴ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἔλεγον, διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον· τὸ δ᾽ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθ᾽ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι (παραφυάδι γὰρ τοῦτ᾽ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος)· ὥστ᾽ οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα. ἔτι δ᾽ ἐπεὶ τἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι (καὶ γὰρ ἐν τῷ τί λέγεται, οἷον ὁ θεὸς καὶ ὁ νοῦς, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ ποσῷ τὸ μέτριον, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν χρόνῳ καιρός, καὶ ἐν τόπῳ δίαιτα καὶ ἕτερα τοιαῦτα), δῆλον ὡς οὐκ ἂν εἴη κοινόν τι καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐλέγετ᾽ ἐν πάσαις ταῖς κατηγορίαις, ἀλλ᾽ ἐν μιᾷ μόνῃ. ἔτι δ᾽ ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη, καὶ τῶν ἀγαθῶν ἁπάντων ἦν ἂν μία τις ἐπιστήμη· νῦν δ᾽ εἰσὶ πολλαὶ καὶ τῶν ὑπὸ μίαν κατηγορίαν, οἷον καιροῦ, ἐν πολέμῳ μὲν γὰρ στρατηγικὴ ἐν νόσῳ δ᾽ ἰατρική, καὶ τοῦ μετρίου ἐν τροφῇ μὲν ἰατρικὴ ἐν πόνοις δὲ γυμναστική. ἀπορήσειε δ᾽ ἄν τις τί ποτε καὶ βούλονται λέγειν αὐτοέκαστον, εἴπερ ἔν τε αὐτοανθρώπῳ 1096b καὶ ἐν ἀνθρώπῳ εἷς καὶ ὁ αὐτὸς λόγος ἐστὶν ὁ τοῦ ἀνθρώπου. ᾗ γὰρ ἄνθρωπος, οὐδὲν διοίσουσιν· εἰ δ᾽ οὕτως, οὐδ᾽ ᾗ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι μᾶλλον ἀγαθὸν ἔσται, εἴπερ μηδὲ λευκότερον τὸ πολυχρόνιον τοῦ ἐφημέρου. πιθανώτερον δ᾽ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.
The scene
Aristotle is testing familiar candidates for the highest human good. After considering lives devoted to pleasure and honour, he sets money-making aside: money is sought for what it can obtain. He then turns to the proposed universal Good associated with the theory of Forms.
What it means
Wealth is a means to other ends and therefore cannot itself be the final good for whose sake everything else is chosen.
Often misread
He does not say money is useless or that poverty is good. Later in Book I he treats external resources as conditions or instruments needed for many noble actions.
Topics
Related quotes
- Happiness is the meaning and the purpose of life, the whole aim and end of human existence. (paraphrase)
- Happiness is a kind of working of the soul in the way of perfect Excellence
- Natural justice is a symbol or expression of expediency, to prevent one man from harming or being harmed by another. Epicurus
- Justice is in fact perfect Virtue, yet not simply so but as exercised towards one’s neighbour
- perfect Friendship which subsists between those who are good and whose similarity consists in their goodness
Sources
Cite it
Aristotle, Nicomachean Ethics (330 BC), Book I, chapter 5, 1096a5–7 (local English text: Book I, Chapter III), translated by D. P. Chase. Checked at Quotogeny, https://quotogeny.com/q/wealth-is-for-the-sake-of-something-further/ (29 November 2026).
Have a different wording, or a source we missed? Check it or submit it.
Do you hold the rights to anything on this page? Tell us.
Checked by people
People who checked this entry against its source, under their own names. Their checks do not change the verdict: an editor reviews every entry.

Comments